κάλλους γινομένη, ὡς ὁ Μεταφρα στὴς ἡμῖν δείκνυσιν ἐν ταῖς μεταφράσεσι· παράφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν τῶν αὐτῶν, ὡς τὸ μῆνιν ἄειδε θεά, παραφράζων εἶπε, τὴν ὀργὴν εἰπὲ ὦ Μοῦσα. ἔκφρασις δὲ ἡ λεπτομερὴς διήγησις, ἡ ἐνεργῶς καὶ σχεδὸν εἰς ὄψιν φέρουσα ἡμῖν τὸ διηγούμενον, ὅπως ἔχει θέσεως καὶ κάλλους, ὡς ἡ ἔκφρασις τοῦ ἱεροῦ Ἀλεξανδρείας ἢ πόλεων ἑτέρων τινῶν. ἀντίφρασις δὲ ἡ δι' ἐναντίων λέξεων τὸ ἐναντίον σημαίνουσα, ὡς ἀργυροῦς Αἰθίοψ. σύμφρασις δὲ ἡ συνακολούθησις τοῦ λόγου ἢ λέξεων σύνθεσις, ὡς νωβελήσιμος ὑπέρτατος. 252
{1ιεʹ. ΕΛΛΕΙΨΙΣ.}1 Ἔλλειψίς ἐστι λόγος ὁ μὴ κατὰ τὸ πλῆρες ἐκφερόμε νος, παρέχων δὲ ἡμῖν νοεῖν τὸ ἑπόμενον, ὡς ὅταν τις πεν θῶν καὶ ὀδυρόμενος εἴπῃ, τὸ στῆθός μου ἔτυπτον ἀμφο τέραις, δηλονότι χερσίν, ἢ ὡς παρὰ τῷ ποιητῇ 20κόπτων ἀμφοτέραις20, τουτέστι χερσίν.
{1ιʹ. ΠΛΕΟΝΑΣΜΟΣ.}1 Πλεονασμός ἐστιν, ὅταν πλεονάζῃ λέξις μηδέν τι πλέον σημαίνουσα, εἰ μὴ τὸ αὐτό, ὡς ἔχει τὸ ἀντίος ἐναντίος, καὶ ἔναντι κατέναντι.
{1ιζʹ. ΕΠΑΝΑΛΗΨΙΣ.}1 Ἐπανάληψίς ἐστι λέξις δὶς παραλαμβανομένη ἐπι τάσεως εἴτουν αὐξήσεως χάριν, ὡς ὅταν τις τοῦ ἐγνω σμένου πράγματος τὴν εἴδησιν ἡμῖν διαβεβαιούμενος εἴπῃ, οἶδα τὸ πρᾶγμα, οἶδα, δὶς τὸ οἶδα λέγων· ἢ εἴπῃ κακὸν τὸ ἁμαρτάνειν, κακόν.
{1ιηʹ. ΕΞΟΧΗ.}1 Ἐξοχή ἐστιν ἡ μετὰ τὴν κοινὴν σημασίαν ἰδικῶς καθ' ὑπεροχὴν τῷ ὀφείλοντι προσνεμομένη, ὡς τὸ ἐν τῷ εὐαγγελίῳ ῥηθὲν ὑπὸ τοῦ Κυρίου, 20εἴπατε τοῖς μα θηταῖς μου καὶ τῷ Πέτρῳ20. κατ' ἐξοχὴν γὰρ τὸ ὄνομα τοῦ Πέτρου ἐνταῦθα εἴληπται, ἐπεὶ καὶ διὰ τοῦ εἴπατε τοῖς μαθηταῖς μου συμπεριελήφθη· εἷς γὰρ τῶν μαθητῶν καὶ αὐτός.
{1ιθʹ. ΥΠΕΡΒΟΛΗ.}1 Ὑπερβολή ἐστι φράσις ὑπερβαίνουσα τὴν ἀλήθειαν αὐξήσεως χάριν, ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα εἴπῃ, ὅτι τρέχει, ὡς ὁ ἄνεμος· ἢ ὑπερβολή ἐστι λόγος ὑπεραί ρων τὴν ἀλήθειαν ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα. ἐμφά σεως, οἷον ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· 253 καὶ 20φαεινότεροι πυρὸς αὐγῆς20, καὶ 20λευκότεροι χιόνος20· ἐμφαίνουσι γὰρ τὸ λίαν ἐν τῷ τρέχειν μετέω ρον καὶ τὸ πάνυ φωτεινὸν καὶ τὸ λίαν λευκόν. ὁμοιώ σεως δέ, ὡς τὸ 20θείειν δ' ἀνέμοισιν ὁμοῖοι20, καὶ ἀδαμάντινος ἦν τὸ σῶμα, φοῖνιξ τὴν εὐθύτητα τοῦ σώ ματος καὶ εἴ τι ὅμοιον.
{1κʹ. ΑΙΝΙΓΜΑ.}1 Αἴνιγμά ἐστι λόγος σκοτεινὸν καὶ κεκαλυμμένον ἔχων ἐν ἑαυτῷ τὸ νοούμενον, ὡς τὸ προβληθὲν ζήτημα παρὰ τοῦ Σαμψὼν τοῖς ἀλλοφύλοις, ἐν ᾧ φησιν, ἐκ τοῦ ἐσθίοντος ἐξῆλθε βρῶσις, σημάναντος τὸν λέοντα ὅνπερ ἀνεῖλε, καὶ τὸ εὑρεθὲν ἐν τῷ στόματι αὐτοῦ ἀπὸ μελισ σείου κηρίου· καὶ ὡς ἐκεῖνο τὸ λέγον, ζυγὸν μὴ ὑπερ βαίνειν, ἀντὶ τοῦ δίκαιον, καὶ γαμψώνυχας μὴ τρέφειν, ἤγουν ἅρπαγας φεύγειν· μελάνουρον μὴ ἐσθίειν, ἤτοι ψεῦδος μὴ προΐεσθαι· τοῦτο γὰρ ὕστερον ἀμαυροῦται· μαχαίρᾳ τὸ πῦρ μὴ σκαλεύειν, ἀντὶ τοῦ θυμούμενον μὴ προσερεθίζειν. λέγεται δὲ καὶ αἴνιγμα καὶ ἀπὸ τοῦ ἐναντίου, οἷον ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ὡς ὁ εὐ νοῦχος διὰ τὸ μὴ δύνασθαι γεννᾶν ὅμοιον αὐτῷ, καὶ τὸ ὄρνις καὶ οὐκ ὄρνις, ἡ νυκτερὶς διὰ τὸ δερμόπτερον καὶ ὠδοντωμένον· καθημένη καὶ οὐ καθημένη· ὑπτία γὰρ ἦν· λίθος καὶ οὐ λίθος, ἡ κίσσηρις δηλονότι, διὰ τὸ ἐπὶ τοῦ ὕδατος πλέειν· ἔβαλε κοὐκ ἔβαλε, διὰ τὸ βαλεῖν μέν, ἀστοχῆσαι δέ. γίνεται δὲ καὶ κατὰ συμβεβηκός, ὡς τὸ εἰσὶ κασίγνητοι δύο, ὧν ἡ ἑτέρα τίκτει τὴν ἑτέραν, αὕτη δὲ ἡ τεκοῦσα ταύτην ὑπὸ τῆσδε τεκνοῦται· λέγονται δὲ οὕτως ἡ ἡμέρα καὶ ἡ νύξ. διαφέρει δὲ τὸ αἴνιγμα τῆς ἀλ ληγορίας, ὅτι ἐκείνη προτροπῆς ἢ ἀποτροπῆς ἢ σεμνότη τος ἕνεκεν ἢ εὐλαβείας λαμβάνεται, τοῦτο δὲ χάριν ἀσα φείας μόνης, καὶ ὅτι ἐκείνη σαφεστέρα τούτου πολλῷ. 254