1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

4

Ὅπως ὁ βασιλεὺς ἐβουλεύετο τὰ περὶ τῆς ἑαυτοῦ λύσεως καὶ πρὸς τίνος. ιηʹ. Ὅπως ὁ Ἰωσὴφ τῷ Γερμανῷ συνεβούλευεν ἀποθέσθαι τὴν πατριαρχίαν. ιθʹ. Περὶ Ὑακίνθου ὅστις καὶ ὅθεν, καὶ τῶν περὶ αὐτόν. κʹ. Ὅπως καὶ διὰ τοῦ Σάρδεων Χαλαζᾶ ἐπιχειρεῖ ὁ βασιλεὺς τῷ πατριαρχοῦντι Γερμανῷ. καʹ. Ὅπως ἐξῆλθε τοῦ πατριαρχείου ὁ Γερμανός. κβʹ. Περὶ τοῦ Ἀδριανουπόλεως Βασιλείου, εἴτ' οὖν Βαρλαάμ. κγʹ. Ὅπως εἰς πατριάρχην ψηφίζεται παρὰ τῶν ἀρχιερέων ὁ Ἰωσήφ. 15 κδʹ. Ὅπως, παρευδοκιμηθέντος τοῦ Ἡρακλείας Πινακᾶ ὡς ὄντος ἐκ τῆς χειροτονίας τοῦ Γερμανοῦ, ὁ Μιτυλήνης Γρηγόριος χειροτονεῖ τὸν Ἰωσήφ. κεʹ. Ὅπως ἐλύθη τοῦ ἀφορισμοῦ ὁ βασιλεὺς παρὰ τοῦ Ἰωσήφ. κʹ. Περὶ τοῦ κήδους τοῦ τε Ταρχανειώτου Ἀνδρονίκου καὶ υἱοῦ τῆς τοῦ βασιλέως ἀδελφῆς Μάρθας καὶ τῆς θυγατρὸς τοῦ δυτικοῦ Ἰωάννου. κζʹ. Ὅπως καὶ ὁπόσαις δυνάμεσι στρατηγοῦντος τοῦ δεσπότου καὶ ἐπὶ τοῖς δυτικοῖς συχνάκις ἐπιχωριάζοντος, τὰ ἀνατολικὰ ἀπώλοντο. κηʹ. Περὶ τοῦ κατὰ τὴν ἐκκλησίαν σχίσματος καὶ περὶ τῶν Παντεποπτηνῶν μοναχῶν. κθʹ. Ὅπως ἀποστέλλεται εἰς Παιονίαν μετὰ τοῦ μεγάλου δουκὸς τοῦ Λάσκαρι ὁ προπατριαρχεύσας Γερμανὸς κἀκεῖθεν ἤγαγε νύμφην τῷ τοῦ βασιλέως υἱῷ καὶ ὅπως ἐστέφθησαν. λʹ. Τοῦ μεγάλου κονοσταύλου τοῦ Ταρχανειώτου πρὸς τὸν πενθερὸν αὐτοῦ Ἰωάννην αὐτομόλησις. λαʹ. Ἐκστρατεία τοῦ δεσπότου Ἰωάννου συνάμα χιλιάσι στρατοῦ πρὸς τὸν Ἰωάννην καὶ τὰ τῆς ἀνδραγαθίας τοῦ Ἰωάννου. λβʹ. Ὅπως κατὰ θάλασσαν ὁ πρωτοστράτωρ Φιλανθρωπηνὸς νικᾷ τοὺς Ἰταλοὺς κατὰ κράτος, συνεργοῦντος ἔξωθεν καὶ τοῦ δεσπότου Ἰωάννου.

{ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΕΜΠΤΟΥ ΛΟΓΟΥ}. Ὅπως μεταξὺ λύπης καὶ ἡδονῆς ἐγένετο ὁ κρατῶν διὰ τὰ συμβάντα ἐν τῇ

δύσει. βʹ. Ὅπως, σχιζομένων τῶν κατ' ἀνατολήν, ὁ πατριάρχης διὰ ταῦτα τοῖς ἐκεῖ ἐπιδημεῖ. γʹ. Ὅπως τῷ Βουλγάρων βασιλεῖ Κωνσταντίνῳ ἡ τῆς Εὐλογίας θυγάτηρ Μαρία εἰς γάμον ἐξεδόθη. δʹ. Τὰ περὶ τοῦ Νογᾶ καὶ Τοχάρων, ὅπως εἶχον τὸ πρίν, καὶ περὶ τοῦ πρώτου βασιλέως καὶ νομοθέτου αὐτῶν. εʹ. Τὰ περὶ τοῦ Μυτζῆ καὶ ὅπως δέδωκε βασιλεῖ τὴν Μεσέμβρειαν. ʹ. Περὶ τοῦ πρὸς τοὺς Σέρβους κήδους τοῦ βασιλέως καὶ διὰ ταῦτα τῆς τοῦ πατριάρχου Ἰωσὴφ ἐπιδημίας ἐκεῖσε. ζʹ. Τὰ περὶ τοῦ ∆υρραχίου καὶ τοῦ σεισμοῦ τοῦ ἐκεῖ ἐνσκήψαντος. ηʹ. Τὰ κατὰ τὸν ῥῆγα Κάρουλον καὶ ὅπως κατὰ τῆς πόλεως ἐξηρτύετο στόλον. θʹ. Ὅπως πρέσβεις ὁ βασιλεὺς διὰ ταῦτα πρὸς τὸν ῥῆγα Φραγγίας ἀπέστελλεν. ιʹ. Ὅπως τὰ κατὰ τὴν πόλιν ὁ βασιλεὺς παρεσκευάζετο, ἀκουομένου τοῦ στόλου τοῦ Καρούλου. 17 ιαʹ. Ὅπως, τοῦ εἰς πάπαν προσκληθέντος Γρηγορίου πρὸς βασιλέα πέμψαντος, ὁ βασιλεύς, ὑπερχόμενος πατριάρχην καὶ τοὺς τῆς ἐκκλη σίας, κατήπειγε τὴν εἰρήνην. ιβʹ. Ὅπως ὁ βασιλεὺς διεμάχετο τοῖς τῆς ἐκκλησίας ὑπὲρ τῆς εἰρήνης ἐκείνης καὶ τίνας μὲν συλλήπτορας εἶχεν, ὅπως δὲ ὁ Βέκκος ὡμολόγει ἀφορισθείς. ιγʹ. Ὅπως τὸν Χοῦμνον Ἰωάννην ὁ βασιλεὺς προστησάμενος κατηγορίαις ὑπῆγε τὸν Βέκκον καὶ τὰ κατὰ τὸν Βέκκον. ιδʹ. Τὰ περὶ τοῦ τόμου ὃν ἀπεστάλκει πρὸς τὴν ἐκκλησίαν ὁ βασιλεὺς καὶ τοῦ πρὸς ἐκεῖνον ἀπολογοῦ τῆς ἐκκλησίας. ιεʹ. Ὅπως ὁ Βέκκος, εἰς φυλακὴν εἱργμένος, παρὰ τῶν λογίων τοῦ βασιλέως ἐκ γραφῶν ὡς δῆθεν εἰς τὸ εἰρηνεύειν κατετίθετο. ιʹ. Ὅπως ὁ πατριάρχης, γνωματεύων ἐγγράφως, ὤμνυε τὴν εἰρήνην μὴ καταδέχεσθαι. ιζʹ. Περὶ τῶν ἀποκρισιαρίων τοῦ βασιλέως καὶ τῆς τοῦ πατριάρχου ἀποχωρήσεως εἰς τὴν τῆς Περιβλέπτου μονήν. ιηʹ. Περὶ τῆς ἀπὸ τοῦ βασιλέως πρὸς τοὺς κληρικοὺς ἀνάγκης ἕνεκα τῶν τελουμένων. ιθʹ. Ὅπως, εἰς δύσνοιαν διαβαλλόμενοι, οἱ κληρικοὶ ὑπέγραφον τόμον βεβαιώσεως τῆς πρὸς τὸν βασιλέα εὐνοίας καὶ περὶ τῆς αὐτῆς ἐνοχλή σεως. κʹ. Τὸ κατὰ τὸν ῥήτορα τῆς ἐκκλησίας διήγημα καὶ τοῦ