4
ἄγοντες, πολυπράγμονες εἰσίν. 2.45 Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί. 2.46 Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοιωτὴ γὰρ ἡ Σφίγξ. 2.47 Βοιώτιος νόμος: ἐπὶ τῶν καταρχὰς ἠρεμούντων, ὕστερον δὲ ταρασσομένων. 2.48 Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. 2.49 Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν δωροδοκουμένων. διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν.
ΑΡΧΗ ΤΟΥ Γ.
2.50t Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέ ρων ἀγαπώντων. 2.51
Γέροντα δ' ὀρθοῦν φαῦλον, ὃς νέος πέσῃ. 2.52 Γλυκεῖ' ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. 2.53 Γραῦς βακχεύει: ἐπὶ τῶν παρ' ὥραν τὶ διαπραττο μένων. 2.54 Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, ἣ πλήρης μὲν ἐλαφρότερα, κενεὰ δὲ βαρεῖα. 2.55 Γῆς βάρος: ἐπὶ ἀχρήστων. 2.56 Γλυκὺς ἀπείρων πόλεμος: ἐπὶ τῶν ὑπ' ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. 2.57 Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί ρει: ἐπὶ τῶν δι' ἐμπειρίαν πολλὰ πράγματα κινούντων. 2.58 Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων. 2.59 Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπόρων. 2.60 Γυνὴ στρατηγεῖ· καί· Γυνὴ στρατοπεδεύεται: ἐπὶ τῶν παραδόξων. 2.61 Γυναικὶ μὴ πίστευε, μηδ' ὅταν θάνῃ. 2.62 Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ οἱ Ἴωνες διεβάλλοντο. 2.63 Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται. 2.64 Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτῶν ἴσασι. ὅτι πολλαὶ εἰς Ἀθήνας γλαῦκες. 2.65 Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν. 2.66 Γνῶθι σαυτὸν: ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων. 2.67 Γυμνότερος λεβηρίδος: λεβηρὶς γὰρ τὸ δέρμα τοῦ ὄφεως ἢ τοῦ ἐμβρύου. 2.68 Γυμνῷ φυλακὴν ἐπιτάττεις: ἐπὶ τῶν μὴ δυναμέ νων τὰ προστεταγμένα πληροῦν. 2.69 Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. 2.70 Γηρᾷ βοῦς, τὰ δ' ἔργα πολλὰ τῷ βοΐ. 2.71 Γυμνῇ τῇ κεφαλῇ: ἐπὶ τῶν ἀναισχύντως χωρούντων πρὸς πᾶν τὸ τυχόν. 2.72 Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων. 2.73 Γυναικὸς φρένας: ἐπὶ τῶν ἀνοήτων. 2.74 Γλῶσσα ποῦ πορεύῃ, πόλιν ἀνορθώσασα καὶ πάλιν καταστρέφουσα: ἐπὶ τῶν διὰ λόγων ἢ βλαπτόν των ἢ ὠφελούντων. 2.75 Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμ βολον τοῖς Ἀθηναίοις ἐνομίζετο. 2.76 Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τοῦ μὴ δεῖν τοὺς γέροντας ἐπὶ τὰ τῶν ἀκμαζόντων ἔργα προτρέπειν. γεράν δρυον γὰρ τὸ γηράσκον φυτόν· καὶ δρῦς πᾶν φυτὸν γενικῷ ὀνόματι καλεῖται. 2.77 Γύργαθον φυσᾷς: ἐπὶ τῶν μάτην πονούντων. ** οἱ δὲ, τὸ δίκτυον.
ΑΡΧΗ ΤΟΥ ∆.
2.78t ∆ίκην ὑφέξει, κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. 2.79 ∆ίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις: καὶ ἐπὶ τῶν πυ κναῖς προσπιπτόντων συμφοραῖς. 2.80 ∆ὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. 2.81 ∆ωδωναῖον χαλκεῖον: ἐπὶ λάλου. 2.82 ∆ακτύλῳ δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ ** ἢ λύπην ἰσχνῶν γενομένων. 2.83 ∆ῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. 2.84 ∆εινοὶ πλέκειν γε μηχανὰς Αἰγύπτιοι. 2.85 ∆έδοται καὶ κακοῖς ἄγρα. 2.86 ∆εύτερος πλοῦς. 2.87 ∆ελφῖνα λεκάνη οὐ χωρεῖ. 2.88 ∆ὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ εὐηθεστέρων εἶναι δοκούντων. 2.89 ∆αιδάλεια ποιήματα: ἐπὶ θαυμασμοῦ. 2.90 ∆ικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγα πώντων. οἱ γὰρ ∆ωριεῖς σταχάνην τὴν τρυτάνην καλοῦσι διὰ