1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

101.51 Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν οὐ πταί σαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὅπερ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων. 101.52 Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὃ δὲ παρέβη, τοῦτο καὶ τῆς σωτηρίας ἐδεῖτο μάλιστα· ὃ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· ὁ νοῦς ἄρα προσείληπται. 101.53 Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμε τρικαῖς, ὥς φασιν αὐτοί, ἀνάγκαις καὶ ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἰ, ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. 101.54 Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν ἀσωμάτως. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας. 101.55 Ἀλλ' ἀπατῶνται ὑπὸ τοῦ γράμματος καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς ἀγνοοῦντες. Ἡμεῖς αὐτοὺς καὶ τοῦτο διδάξομεν. 101.56 Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότας καὶ λέγειν; Εἰ δὲ διισχυρίζονται τῷ «Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ διὰ τοῦτο περιξέουσι τοῦ ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων, ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν, 101.57 ὥρα λέγειν αὐτοῖς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ' οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι· «Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός», καὶ «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει», καὶ «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», τοῦτ' ἔστι πᾶς ἄνθρωπος· 101.58 ἢ πάλιν ἀσωμάτους καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέ βησαν εἰς Αἴγυπτον», καὶ «Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ», πρᾶγμα δεθῆναι μὴ δυνάμενον. 101.59 Ἀγνοοῦσι γὰρ οἱ ταῦτα λέγοντες ὅτι συνεκδοχικῶς τὰ τοιαῦτα ὀνομάζεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου, ὥσπερ καί· «Νεοσσοὶ τῶν κοράκων ἐπικαλοῦνται τὸν Θεόν», ἵν' ἡ πτηνὴ δηλωθῇ φύσις, καὶ Πλειὰς καὶ Ἕσπερος καὶ Ἀρκτοῦρος μνημονεύονται ἀντὶ πάντων ἀστέρων καὶ τῆς περὶ τούτους οἰκονομίας.

101.60 Καὶ ἅμα οὐκ ἄλλως οἷόν τε ἦν τὴν τοῦ Θεοῦ δηλωθῆναι περὶ ἡμᾶς ἀγάπην ἢ ἐκ τοῦ μνημονευθῆναι τὴν σάρκα καὶ ὅτι δι' ἡμᾶς κατέβη καὶ μέχρι τοῦ χείρονος. Σάρκα γὰρ εἶναι ψυχῆς εὐτελέστερον, πᾶς ἂν τῶν εὖ φρονούντων ὁμολογήσειεν. 101.61 Τὸ οὖν· «Ὁ Λόγος σὰρξ ἐγένετο» ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν· οὐκ εἰς ταῦτα τοῦ Κυρίου μετα ποιηθέντος, πῶς γάρ; ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος. 101.62 Ταῦτα μὲν οὖν ἱκανῶς ἐν τῷ παρόντι διὰ τὸ σαφὲς καὶ τοῖς πολλοῖς εὔληπτον. Οὐ γὰρ λογογραφεῖν ἀλλ' ἐπισχεῖν τὴν ἀπάτην βουλόμενοι ταῦτα γράφομεν, τὸν δὲ τελεώτερον περὶ τούτων λόγον, εἰ δοκεῖ, καὶ διὰ μακροτέρων ἀποδώσομεν. 101.63 Ὃ δὲ τούτων ἐστὶ βαρύτερον, οὐδ' αὐτὸ τοῦτο παραλιπεῖν ἀναγκαῖον. «Ὤφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς» καὶ δεύτερον Ἰουδαϊσμὸν καὶ δευτέραν περιτομὴν καὶ θυσίας δευτέρας εἰσάγοντες· 101.64 εἰ γὰρ τοῦτο, τί κωλύει καὶ πάλιν γεννηθῆναι Χριστὸν εἰς ἀθέτησιν τῶν αὐτῶν, καὶ προδοθῆναι πάλιν ὑπὸ Ἰούδα καὶ σταυρω θῆναι καὶ ταφῆναι καὶ ἀναστῆναι, ἵνα πληρωθῇ τὰ πάντα τὰ τῆς αὐτῆς ἀκολουθίας, κατὰ τὴν