4
ἀρτιγενὴς ὢν καὶ πολλῆς δεόμενος 84a συγγυμνασίας πρὸς τὴν τελείωσιν. ἐν ᾧ τὸ σύστημα τῶν ἁγίων, ἐν ᾧ αἱ ἀνατολαὶ τοῦ φωτός, ἐν ᾧ ἡ τρυφὴ τῆς ψυχῆς, ἐκεῖ ἔθετο τὸν ἄνθρωπον ὁ θεός. ἂν μὲν οὖν σάρκινος ᾖς καὶ μεγάλην ἡγῇ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν, ἔχεις τὴν ὑπογραφὴν τοῦ σωματικοῦ ἐκείνου παραδείσου καὶ τὴν ἡδίστην ἐμφόρησιν, καὶ πρὸς ταῦτα ἐπείγου ὡς ἐκεῖ εὑρήσων χορηγίαν τρυφῆς ἀδιάλειπτον. εἰ δὲ πνευματικὸς εἶ καὶ ἀνώτερα φρονεῖς τῶν σαρκικῶν ἀπολαύσεων, ἀνάβα τῇ διανοίᾳ πρὸς τὰ κάλλη τῶν ἀγγέλων, κατάμαθε τοὺς ἐν αὐτοῖς τῆς δικαιοσύνης καρπούς, ἐνοπτρίσθητι τὸν ποταμὸν τοῦ θεοῦ τὸν πεπληρωμένον ὑδάτων, οὗ Τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. ἐκείνην τὴν πόλιν διαρρέει ὁ ποταμὸς οὗτος ὁ ἀρχόμενος ἐξ Ἐδέμ, ὁ ποτίζων τὸν παράδεισον. πάντα ταῦτα τῇ διανοίᾳ καταμαθὼν δόξαζε τὸν τούτων δημιουργὸν τὸν τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ διὰ σὲ καὶ τὴν σὴν ἀπόλαυσιν πεποιηκότα καὶ τοιαύτης δόξης σε ἀξιώσαντα, εἰ πρὸς αὐτὸν ἀεὶ ἐπιστρέφεις καὶ συνίεις, παρ' οὗ καὶ ἐφ' ᾧ εἰς τὸ εἶναι παρήχθης· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.