1

 2

 3

 4

 5

 6

4

Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς κα θαρότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ μοιχείαν ἤτοι καὶ τὰ λοιπὰ εἴδη τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προεί ρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθή σεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος· τῷ δὲ χρόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ' αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προ θεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν τε ὄντων κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων, καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς, τὸ θεραπεύειν πάντα τὰ ἐκ θυμοῦ παραπτώματα· καί τοί γε τῆς Γραφῆς, οὐ μό νον τὴν* ψυχὴν ἀπαγορευούσης πληγήν· ἀλλὰ καὶ πᾶσαν λοιδορίαν, ἢ βλασφημίαν, καὶ εἴ τι ἄλλο τοι οῦτον ὁ θυμὸς ἀπεργάζεται· μόνον δὲ τοῦ κατὰ τὸν φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο, διὰ τῶν ἐπιτιμίων.

∆ιῄρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου, ἐν οἷς ἑκούσιος μέν ἐστι φόνος. Πρῶτον μὲν, ὁ ἐκ παρασκευῆς τετολμη μένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται. Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίου τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων 45.232 ἐπὶ νοῦν λάβοι. Ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀπο τέλεσμα τοῦ φόνου, εἰς ἔργον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα· ὅταν τις πρὸς ἕτερόν τι τὴν σπου δὴν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ. Ἐπὶ τούτων τοίνυν ὁ μὲν φόνος, εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι' ἐπιστροφῆς θεραπευο μένοις τὸ ἑκούσιον ἄγος. Τρισεννέα γάρ εἰσιν ἐνιαυ τοὶ, καθ' ἕκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν ὁρι σθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ, ἐνναετῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας· ἄλλα δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροά σεως, καὶ μετὰ τῆς τοῦ λαοῦ συστάσεως ἀξιούμε νον, ἐν δὲ τρίτῃ ἐννάδι, μετὰ τῶν ὑποπιπτόντων ἐν τῇ ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος· δηλαδὴ καὶ ἐπὶ τοῦ τοιούτου, ἡ αὐτὴ προστήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς λόγον τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπι τιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν, ἐφ' ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἓξ, ἢ καὶ πέντε μόνα γενέ σθαι· εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικοίη τὸν χρόνον, καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥᾳθυμότερόν πως ἑαυ τοὺς ἀπὸ τῆς κηλίδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μὲν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι, ὅτι κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσματι, ὡς ἤδη βέβηλον αὐτὸν ἀπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλὸν ἔχειν, δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ με τανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφὴ, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν, καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὴ πληρώσας τὸν χρόνον τὸν ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου·