4
ἑαυτοὺς ἐγκρύπτομεν ὡς ὁ σωτὴρ τῇ γῇ καὶ τρίτον τοῦτο ποιήσαντες τὴν τριήμερον ἑαυτοῖς τῆς ἀναστάσεως χάριν ἐξεικονίζομεν· καὶ ταῦτα ποιοῦμεν οὐ σιωπῇ παραλαμβάνοντες τὸ μυστήριον, ἀλλὰ τῶν τριῶν ἁγίων ὑποστάσεων ἐπιλεγομένων ἡμῖν, εἰς ἃς ἐπιστεύ σαμεν, ἐφ' αἷς καὶ ἐλπίζομεν, ἐξ ὧν ἡμῖν καὶ τὸ νῦν εἶναι καὶ τὸ πάλιν ἔσεσθαι περιγίνεται. τάχα δυσχεραίνεις ὁ πρὸς 9.229 τὴν δόξαν τοῦ πνεύματος τολμηρῶς μαχόμενος καὶ ζηλοτυπεῖς τὸν παράκλητον τοῦ σεβάσματος, ᾧ παρὰ τῶν εὐσεβῶν σέβεται· καταλιπὼν δὲ ἐμοὶ συμπλέκεσθαι ἀντίστηθι ταῖς τοῦ κυρίου φωναῖς, εἰ δύνασαι, αἳ τὴν ἐπίκλησιν τοῦ βαπτί σματος τοῖς ἀνθρώποις ἐνομοθέτησαν. τί δέ φησι τὸ τοῦ δεσπότου παράγγελμα; Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. πῶς εἰς τὸ ὄνομα τοῦ πατρός; ἐπειδὴ ἀρχὴ τῶν πάντων. πῶς εἰς τὸν υἱόν; ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. πῶς εἰς τὸ πνεῦμα τὸ ἅγιον; ἐπειδὴ τελειωτικὸν τῶν πάντων. ὑποκύπτομεν οὖν πατρί, ἵνα ἁγιασθῶμεν· ὑποκύπτομεν καὶ υἱῷ, ἵνα αὐτὸ τοῦτο γένηται· ὑποκύπτομεν καὶ ἁγίῳ πνεύματι, ἵνα τοῦτο γενώμεθα ὅπερ ἐκεῖνό ἐστι καὶ λέγεται. οὐκ ἔστι τοῦ ἁγιασμοῦ διαφορὰ ὡς πλέον τοῦ πατρὸς ἁγιάζοντος, ἔλαττον δὲ τοῦ υἱοῦ, ἧττον δὲ τῶν δύο τοῦ ἁγίου πνεύματος. διὰ τί οὖν τὰς τρεῖς ὑποστάσεις κατακερματίζεις εἰς διαφόρους φύσεις καὶ τρεῖς ἐργάζῃ θεοὺς ἀνομοίους ἀλλήλων μίαν παρὰ πάντων καὶ τὴν αὐτὴν χάριν δεχόμενος;
Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀεὶ πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εἰκόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην ἐκ τῶν γηίνων καὶ ταπεινῶν σαφηνίζων τὰ μεγάλα καὶ καθ' αἴσθησιν μὴ βλεπόμενα. εἰ γάρ σοι συνέβη συμφορὰν αἰχμαλωσίας ὑπομείναντι εἶναι παρὰ τοῖς πολεμίοις, δουλεύειν δὲ καὶ ταλαιπωρεῖσθαι καὶ στένειν τὴν παλαιὰν ἐλευθερίαν ἣν εἶχες, ἀθρόον δέ τινες γνώριμοι καὶ πολῖται ἐν τῇ χώρᾳ τῶν σῶν δεσποτῶν καὶ τυράννων γενόμενοι ἠλευθέρωσάν σε τῆς ἐπικειμένης ἀνάγκης λύτρα δόντες ἐξ ἴσης καὶ τὴν δαπάνην τῶν χρημάτων 9.230 ἐξ ἰσομοιρίας πρὸς ἑαυτοὺς διελόμενοι, ἆρα τῆς χάριτος ἐκείνης τυχὼν οὐκ ἂν ὁμοίως τοὺς τρεῖς ὡς εὐεργέτας ἑώρας καὶ τῶν λύτρων τὴν ἀμοιβὴν εἰς ἰσομοιρίας εἰσέφερες κοινῆς ὑπὲρ σοῦ καὶ τῆς σπουδῆς καὶ τῆς δαπάνης γεγενημένης, ἄν περ δίκαιος ὑπάρχῃς τῆς εὐεργεσίας κριτής; Καὶ ταῦτα μὲν ὅσον ἐν ὑποδείγμασιν· οὐ γὰρ νῦν ἡμῖν σκοπὸς τὸν τῆς πίστεως ἀπευθύνειν λόγον, πρὸς δὲ τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν προκειμένην ὑπόθεσιν ἀναδράμωμεν. εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπή σεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ τῆς παλιγγενεσίας ἡμῶν προετύπωσε τὴν εἰκόνα οὐ τηλαυγῶς τὴν μοφφὴν ἐμφανίζουσα, αἰνίγμασι δὲ τοῦ θεοῦ τὴν φιλανθρωπίαν προϋποφαίνουσα. καὶ ὡς ὁ ἀμνὸς προεκηρύττετο καὶ ὁ σταυρὸς προεφητεύετο, οὕτω καὶ τὸ βάπτισμα πρακτικῶς καὶ λογικῶς ἐμηνύετο, ἀναμνήσωμεν δὲ τοὺς φιλοκάλους τῶν τύπων· ἀπαιτεῖ γὰρ ὁ τῆς ἑορτῆς καιρὸς ὡς ἀναγκαίαν τὴν μνήμην. Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γὰρ ταῖς νομίμοις γυναιξὶν ὑποπτευομένη δούλη πρὸς τὸν δεσπότην) ἔρημος ἐφέρετο πρὸς ἔρημον γῆν ὑπομάζιον ἔχουσα βρέφος τὸν Ἰσμαήλ. ἐπειδὴ δὲ ἐν ἀπορίᾳ τῶν ἀναγκαίων γέγονεν 9.231 αὐτή τε ἐγγὺς ἦλθε θανάτου καὶ πρό γε αὐτῆς τὸ παιδίον (τὸ γὰρ ὂν ἐν τῷ ἀσκῷ ὕδωρ ἐδαπανήθη, ἐπεὶ μηδὲ οἷόν τε τὴν συναγωγὴν αὐτάρκειαν ἔχειν ζωῆς τὴν τέως ἐν τοῖς τύποις διάγουσαν τῆς ἀενάου πηγῆς), ἄγγελος ἐκ τοῦ παραδόξου φαίνεται καὶ δείκνυσιν αὐτῇ φρέαρ ὕδατος ζῶντος, κἀκεῖθεν ὑδρευσαμένη σῴζει τὸν Ἰσμαήλ. ὅρα τοίνυν τύπον μυστικόν, ὅπως εὐθὺς ἐξ ἀρχῆς δι' ὕδατος ζῶντος τῷ ἀπολλυ μένῳ ἡ σωτηρία οὐ πρότερον ὄντος, ἀλλὰ δι' ἀγγέλου κατὰ χάριν δοθέντος.