1

 2

 3

 4

 5

 6

4

προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· «Τροχός», φησίν, «ἐν τροχῷ», πετόμενος καὶ τρέ χων. Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκου μένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς «εἰς τὴν κατέ ναντι κώμην» τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προει ρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. «Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον», οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ' αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· «Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». «Ἐφ' ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»· οὐδὲ γὰρ θεὸν εἶ χον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ' αὐτά, οὐδὲ νόμον οὐδὲ προ φήτας. «Λύσαντες αὐτόν», φησίν, «ἀγάγετέ μοι»· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους», «τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου». Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον.

9 Καὶ ἰδοὺ κάθηται ἐπ' αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερου βίμ, κράζοντα καὶ λέγοντα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημέ νος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις»· οὕτω γάρ φησιν ὁ Λουκᾶς. «Εἰρήνη ἐν τῷ οὐρανῷ», τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ; Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην, «εἰρήνην τὴν ὑπερ έχουσαν πάντα νοῦν», καθώς φησιν ὁ σοφώτατος Παῦλος. Εἶχον εἰρήνην ἐν οὐρανῷ, ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον· ὁ οὐ ρανὸς εἰρήνην λοιπὸν εἶχε καθ' ἑαυτόν. Ὅταν δὲ εἶδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασι λεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν, τότε εἰρηνεύθη καὶ ὁ οὐ ρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις». «Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμά τια», ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ' αὐτοῦ δοθεῖσαν αὐ τοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι' αὐτῆς «ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ' αὐτά»· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων· «Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς, ἃς συνέ ζευξαν τῇ χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦ λος· «∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν προσ αγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστή καμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.» Ἕως ὧδε τὰ τῆς χάριτος. «Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ κατ αισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Τὸ δὲ «ἐν τῇ γῇ ὑπεστρώννυον», ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος· «Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε, ταῦτα πράξατε.» Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

10 «Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον», μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαΐων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακ τικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. «Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις». Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει