4
στέφανος. εʹ. Ἐπεὶ οὖν καὶ τὰ ἐπιτάγματα μεγάλα ἦν, καὶ τὰ ἔπαθλα αὐτῶν οὐ φαινόμενα, ὅρα τί ποιεῖ· αὐτὸς αὐτὰ διὰ τῶν ἔργων ἐπιδείκνυται, καὶ τοὺς στεφάνους ἐπ' ὄψιν ἄγει. Ὥσπερ γὰρ ὁ κελευόμενος ἀτριβῆ βαδίζειν ὁδὸν, ἐὰν ἴδῃ πρότερόν τινα βαδίσαντα, εὐκολώτερον ἅπτεται, καὶ πλείονα λαμβάνει τὴν προθυμίαν· οὕτω καὶ ἐν ταῖς ἐντολαῖς, οἱ τοὺς προηγουμένους ὁρῶντες, ῥᾳδίως ἕπονται. Ἵν' οὖν εὐκολώτερον ἡ ἡμετέρα φύσις ἀκολουθήσῃ, ταύτην λαβὼν τὴν σάρκα, καὶ τὴν φύσιν τὴν ἡμετέραν, οὕτως αὐτὴν ἐβάδισε, καὶ τὰς ἐντολὰς διὰ τῶν ἔργων ἐπεδείξατο. Τὸ γὰρ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, αὐτὸς ἐποίησεν, ὅταν αὐτὸν ἐῤῥάπισεν ὁ δοῦλος τοῦ ἀρχιερέως. Οὐ γὰρ ἠμύνατο αὐτὸν, ἀλλὰ τοσαύτην ἐπιείκειαν ἐπεδείξατο, ὡς εἰπεῖν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Εἶδες πραότητα φρίκης γέμουσαν; εἶδες ταπεινοφροσύνην ἔκπληξιν ἔχουσαν; Ἐτύπτετο, οὐ παρ' ἐλευθέρου τινὸς, ἀλλὰ παρ' οἰκέτου, μαστιγίου, καὶ οἰκοτρίβου, καὶ μετὰ τοσαύτης ἀποκρίνεται τῆς ἐπιεικείας ταῦτα. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ τοῖς Ἰουδαίοις ἔλεγε· Λαός μου, τί ἐποίησά σοι; ἢ τί σε ἐλύπησα; ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητι. Ὥσπερ αὐτός φησι, Μαρτύρησον περὶ τοῦ κακοῦ, οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ, Ἀποκρίθητί μοι· καὶ ὥσπερ αὐτός φησι, Τί με δέρεις, οὕτω καὶ ὁ Πατὴρ, Τί ἐλύπησά σε, ἢ τί παρηνόχλησα; Πάλιν ἀκτημοσύνην παιδεύων, ὅρα πῶς διὰ τῶν ἔργων αὐτὴν ἐπιδείκνυται λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες ἀκτημοσύνης ἐπίτασιν; Οὐ τράπεζα ἦν αὐτῷ, οὐ λυχνία, οὐκ οἶκος, οὐ δίφρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐδίδασκε περὶ τοῦ κακῶς ἀκούοντας φέρειν γενναίως, ὅπερ διὰ τῶν ἔργων ἐπεδείξατο. Ὅτε γὰρ δαιμονῶντα αὐτὸν ἐκάλουν καὶ Σαμαρείτην, δυνάμενος αὐτοὺς πάλιν ἀπολέσαι, καὶ τῆς ὕβρεως αὐτῶν ἀποτῖσαι δίκην, οὐδὲν ἐποίει τοιοῦτον, 51.352 ἀλλὰ καὶ εὐηργέτει, καὶ τοὺς δαίμονας αὐτῶν ἀπήλαυνε. Καὶ εἰπὼν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, εἰς τὸν σταυρὸν τοῦτο ἀναβὰς ἐποίησεν. Ἐπειδὴ γὰρ αὐτὸν ἐσταύρωσαν καὶ προσήλωσαν, κρεμάμενος ἔλεγεν, Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ταῦτα ἔλεγεν οὐκ ἀτονῶν αὐτὸς ἀφιέναι, ἀλλ' ἡμᾶς παιδεύων εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Ἐπειδὴ γὰρ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ τὴν διδασκαλίαν ἐπεδείκνυτο, διὰ τοῦτο καὶ τὴν εὐχὴν προσέθηκε. Μηδεὶς τοίνυν τῶν αἱρετικῶν, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ἀσθένειαν καταγινωσκέτω τῶν εἰρημένων· αὐτὸς γάρ ἐστιν ὁ λέγων, Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. Ἀλλ' ἐπειδὴ παιδεύειν ἐβούλετο (ὁ δὲ παιδεύων οὐ δι' ὧν λέγει μόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ τὴν διδασκαλίαν προάγει), τούτου χάριν καὶ τὴν εὐχὴν προσέθηκεν· ἐπεὶ καὶ τῶν μαθητῶν τοὺς πόδας ἔνιπτεν, οὐχ ὡς ἐλάττων ὢν, ἀλλὰ Θεὸς ὢν καὶ ∆εσπότης εἰς τοσοῦτο κατέβη ταπεινοφροσύνης. ʹ. ∆ιὰ δὴ τοῦτο ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἑτέρως πάλιν τὸ τὰ βραβεῖα αὐτὰ καὶ τὰ ἔπαθλα εἰς μέσον ἀγαγεῖν, καὶ ὑπὸ ὀφθαλμοὺς δεικνύναι, ἄκουσον. Ὑπέσχετο σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν· ταῦτα διὰ τῶν πραγμάτων ἔδειξε. Πῶς καὶ τίνι τρόπῳ; Ἀποθανὼν ἀνέστη· διὸ καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνῆν, ἵνα αὐτοὺς πληροφορήσῃ καὶ δείξῃ ἡλίκα ἡμῶν εἶναι μέλλει τὰ σώματα μετὰ τὴν ἀνάστασιν. Πάλιν λέγων διὰ τοῦ Παύλου, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα, καὶ τοῦτο ἔδειξεν ἔργοις. Μετὰ γὰρ τὴν ἀνάστασιν, ἡνίκα ἔμελλεν ἀνιέναι εἰς οὐρανοὺς, παρόντων αὐτῶν Ἐπήρθη, φησὶ, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν