1

 2

 3

 4

 5

 6

 7

4

ἤκουσαν ἑνὸς προφήτου, καὶ ἀνεκήρυξαν φάρμακον κωλυτικὸν τὴν νηστείαν τῆς καταστροφῆς. Ὁ Ἰωνᾶς ἐφιλονείκει, οὐχ ἵνα καταστραφῇ ἡ Νινευῒ, ἀλλ' ἵνα ἐλεγχθῇ ἐκ παραθέσεως Ἰσραὴλ, ὅτι τὰ ἔθνη ἑτοίμως ὑπακούει καὶ ἑνὶ προφήτῃ, Ἰσραὴλ δὲ τοσούτων παρήκουσε. Προσηνέχθη νηστεία, ἵνα ἀναλυθῇ τοῦ Θεοῦ ἡ ἀπόφασις. Ἦν δὲ ἡ νηστεία οὐχ ἁπλῆ, ἀλλ' ἀποχὴ μὲν βρωμάτων, ἀποχὴ δὲ καὶ ἁμαρτημάτων· ὁ γὰρ δι' ἁμαρτίας νηστεύων, καὶ ἐν ἁμαρτίαις κυλιόμενος, τί ἔτι ποιεῖ; ὡς εἴ τις ἀπὸ βορβόρου λουσάμενος, πάλιν τῷ βορβόρῳ ἐγκυλίεται. Αὐτῆς τῆς ἁμαρτίας δεῖ πρῶτον ἀποσχέσθαι. Τί γὰρ ὠφέλησεν ἐν ἄλλαις ἡμέραις ἁμαρτία προσαχθεῖσα, ἵνα πάλιν αὐτὴν ἐπινοήσωμεν μετὰ τὰ δείγματα τὰ πρότερα; οὐκ ἀσθενεῖ ἡ ψυχὴ ἐπὶ ταῖς προλαβούσαις πληγαῖς; οὐχὶ εὐχόμενοι αἰτούμεθα, ὅτι ἡμαρτήκαμεν; Εἰ ἐπὶ τὰ πρότερα μετανοοῦμεν, τὰ δεύτερα ἵνα τί συνάγομεν; Γέγραπται πάλιν, ὅτι ἀπέσχοντο βρωμάτων, ἀπέσχοντο καὶ ἁμαρτημάτων. Ἐπήκουσεν ὁ Θεός· ἱκανὴ ἡ νηστεία προτρέψασθαι τὸν ∆εσπότην. Ὁ Ἰωνᾶς ἠχθέσθη, ὅτι προφήτης ἤμελλεν ἀκούειν· ὁ δὲ Θεὸς ἐναλλάξας τὴν ἀπόφασιν, οὐ κατώκνησε σῶσαι. Οὐδὲ γὰρ ἦν ψεύσασθαι Θεὸν, ἀλλ' ἀληθεύει ὁ εἰπών· Ἐὰν ἐξαίφνης εἴπω κατ' ἔθνος καὶ βασιλείας καταστρέψαι καὶ ἐκριζοῦν, καὶ μετανοήσει τῆς κακίας, μετανοήσω κἀγὼ ὧν ἀπεφηνάμην. Οὐκ ἐψεύσατο ὁ Θεὸς ἀνακαλεσάμενος τὴν ἀπόφασιν· οὐδὲ γὰρ ἔπεμψε τὸν προφήτην, ἵνα καταστραφῇ Νινευΐ· τί γὰρ ἀναγκαῖον προειπεῖν; ἀλλ' ἐπειδὴ οὐκ ἤθελε καταστρέψαι, ἠπείλησεν ὅτι Καταστρέφω, ἵνα μετανοήσαντες μὴ καταστραφῶσιν. Οὐκ ἔφαγεν Ἀδὰμ ἀπὸ τοῦ ξύλου, καὶ τότε αὐτὸν ἐτιμωρήσατο ὁ Θεὸς, ἀλλὰ προείρηκεν ὅτι Ἐὰν φάγῃς, ἀποθανῇ, ἵνα μὴ φάγῃ. Οὐκ ἤκουσε τοῦ εἰπόντος, ἔφαγεν, ἐβρώθη. Οὐκ ἔστιν ἐγκαλέσαι, ὅπου ἐστὶ προαίρεσις; Ἀλλ' οὐκ ᾔδει, φησί τις, ὅτι ἔμελλεν ἐσθίειν; Τάχα αἱρετικὸς ὁ λέγων καὶ κατατρέχων τῆς Παλαιᾶς· πρὸς ὃν ῥηθήσεται· Εἰ ᾔδει οὖν ὁ Σωτὴρ, ὅτι Ἰούδας ἔμελλε προδιδόναι, πῶς τοῦτον ἐξελέξατο; Ἀλλὰ τάχα πρὸς τὸν αἱρετικὸν ἀπολογησόμεθα, ἀντιθέντες τὰ τοῦ Ἰούδα τοῖς κατὰ τὸν Ἀδάμ. Ἆρ' οὖν αὕτη λύσις ἐστὶν, ἢ διπλοῦς δεσμός; ∆εῖ οὖν ἡμᾶς ἀπολογήσασθαι, καὶ διὰ τί τὸν Ἰούδαν τοιοῦτον ὄντα ἐξελέξατο, καὶ διὰ τί, εἰδὼς ὅτι ἁμαρτάνει ὁ Ἀδὰμ, ἐν παραδείσῳ τοῦτον τέθεικε. ∆εῖ δὲ τὰ μεγάλα ζητήματα κινεῖν ἐν νηστείαις, ὅτε νήφει ἡ ψυχή. Ἤδει ὁ Σωτὴρ ἐντεῦθεν γὰρ ἀρκτέον, ὅτι Ἰούδας προδίδωσι. Τί οὖν, λέγετε; Ὑπερβολὴν φιλανθρωπίας παριστῶν, ὅτι ὅσον μὲν εἰς ἐμὲ, καὶ ἀπόστολος εἶ, καὶ μετὰ μαθητῶν σε ἀριθμῶ· εἰ δὲ ἀνάξιον σαυτὸν ἀποφαίνεις, ἐμοῦ μὲν φαίνεται ἡ ὑπερβολὴ τῆς φιλανθρωπίας, σοῦ δὲ ἡ ὑπερβολὴ τῆς κακίας. Καὶ γὰρ γλωσσόκομον αὐτῷ ἐπίστευσε τῶν μετρίων, οὐκ ἀγνοῶν ὅτι κλέπτει, ἀλλὰ βουλόμενος διὰ τοῦ δοῦναι αὐτῷ ἐξουσίαν παῦσαι τὸ πάθος. Προῄδει οὖν καὶ προλέγει· οὐ μόνον δὲ προῄδει, ἀλλὰ καὶ πολλάκις προείρηκεν, Εἷς ὑμῶν παραδώσει με. Τί οὖν ἐγκαλέσετε; Ἵνα ὁ πονηρὸς τῇ πονηρίᾳ πληρώσῃ τὴν ἀγαθὴν οἰκονομίαν· καὶ οὐκ ἠνάγκασεν αὐτὸν ὁ ἐκλεξάμενος. Εἰ γὰρ καὶ ἠνάγκασεν ὁ Ἰησοῦς, οὐχὶ ἠνάγκασεν αὐτὸν προδότην γενέσθαι, ἀλλὰ ἀπόστολον· ἀλλ' οὔτε ἀπόστολον ἀναγκάζει. Τὸ γὰρ μετὰ ἀνάγκης γενόμενον, αὐτὸ λέγεται, ὃ οὐ γίνεται· σώφρων γὰρ μετὰ ἀνάγκης οὐ σώφρων, ὅτι ἀνάγκη ἐγένετο. Οὐδὲ γὰρ δεσμοῖς αἱ ἀρεταὶ γίνονται, ἀλλὰ προαιρέσει ἡ πολιτεία. ∆ιὰ τί οὖν καὶ τὸν Ἀδὰμ ἀφῆκεν ἐν παραδείσῳ; Ἀγαθὸς ἦν ὁ πλάσας, ἐλεύθερον ἐποίησεν, ὡς ἐλευθέρῳ τέθεικεν αὐτὴν τὴν ἐντολήν. Ἀλλ' ᾔδει, ὅτι μέλλει ἐσθίειν. Ἀλλ' ἀνάγκῃ οὐκ ἐκώλυσεν, οὔτε προαίρεσιν κατηνάγκασεν· Ἀδὰμ ἥμαρτε. ∆ιὰ δὲ τὸ ξύλον τίμιος ὁ τόπος, ἐν ᾧ ἦν τὸ τίμιον. Οὐ γὰρ κακὸς ἐκτίσθη, ἀλλὰ κακῶς παρηκούσθη ὁ παραγγείλας. Εἰ δὲ ἡ γεῦσις καὶ τὴν ἐντολὴν ἀπώλεσεν, ἡ νηστεία μετὰ ἐντολῆς