1

 2

 3

 4

4

χάριν. Ἐγὼ λάθρα πρὸς σὲ ὑπὲρ ἐκείνων πρεσβεύομαι σὺ δὲ γενοῦ τῶν καταλλαγῶν χορηγὸς φανερός. Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ τῆς γῆς. Σὺ τὰς καταλλαγὰς καταμήνυσον, σὺ τὴν τῶν ὄμβρον χορηγίαν ἀπόφηναι· ἐγὼ δὲ ταῖς σαῖς ἀποφάσεσιν ὑπογράφω. Ἔτρεχεν οὖν καὶ ἄκων καὶ ἑκὼν ὁ Ἠλίας, καὶ τοὺς ὄμβρους εὐηγγελίζετο· ἀλλὰ πάλιν τὴν αὐτῶν ἀσέβειαν θεασάμενος, ἐμελέτα τινὰ τιμωρίας κατ' αὐτῶν ἀπόφασιν λυπηράν. Τί οὖν ὁ Θεός; Ὁρῶν αὐτὸν μὴ χωροῦντα πρὸς φιλανθρωπίαν τὴν τῶν πταιόντων, χωρίζει τὸν Ἠλίαν τῆς μετὰ τῶν ἁμαρτωλῶν κατοικήσεως. Ἐγὼ, φησὶν, ὦ Ἠλία, οἶδά σου τὸν ζῆλον, δυσωποῦμαί σου τὴν πολιτείαν· ἐλεῶ δὲ καὶ τοὺς ἁμαρτωλοὺς, ἡνίκα ἂν ὑπὲρ τὸ μέτρον κολάζωνται· σὺ δὲ δεινὸς εἶ ἔκδικος τῆς εὐσεβείας, τὸ δὲ τῶν ἀνθρώπων γένος συνεχῶς πλημμελοῦν.

Χωρίζω τοίνυν ὑμᾶς τῆς μετ' ἀλλήλων κατοικήσεως. Ἀνάβηθι ὡς εἰς οὐρανὸν, φέρειν ἁμαρτωλοὺς μὴ δυνάμενος· ἐγὼ δὲ ἐπιδημήσω τῇ γῇ. Ἂν ἐπὶ πολὺ, φησὶ, συμμένῃς ἁμαρτωλοῖς, ἐκτριβήσεται ἐκεῖνο τῶν ἀνθρώπων τὸ γένος, παρὰ σοῦ συνεχῶς κολαζόμενον. Τί οὖν; Μετάστηθι ὡς εἰς οὐρανοὺς, ὦ Ἠλία· οὐ δύναται γὰρ πῦρ συνοικεῖν καλάμῃ. ∆ίδωμί σοι συνοικοῦντας ἀναμαρτήτους· τοῖς τῶν ἀγγέλων σε συγκατοικίζω χοροῖς.

Μετάστηθι σὺ πρὸς τὸν οὐρανόν· ἐγὼ δὲ ἁμαρτωλοῖς ἐνδημήσω, ὁ φέρειν ἐπὶ τῶν ὤμων τὸ πεπλανημένον δυνάμενος πρόβατον, ὁ λέγων πρὸς πάντας τοὺς ἁμαρτωλούς· ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες, ἐγὼ οὐ κολάσω ὑμᾶς, ἀλλ' ἀναπαύσω ὑμᾶς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.