4
αὐτῇ, ἀλλ' ἐκ τῶν φαινομένων τὸ πρᾶγμα σαφὲς καὶ ἄμαχον ποιεῖ. Τί γὰρ πρὸς αὐτήν; Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδα τος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Πρόσωπον ἦν ἐν μέσῳ τοῦ Ἰακὼβ καὶ τοῦ Χριστοῦ· ἀλλ' ἀφῆκε τὴν πάλην τὴν περὶ τῶν προσώπων, καὶ ἔρχεται πρὸς τὴν πάλην τῶν φαινομένων ὑδάτων, καὶ τῶν μὴ φαινομένων χαρισμάτων. Εἰ γὰρ εἶπε, Ναὶ μείζων εἰμὶ τοῦ Ἰακὼβ, εὐθὺς ἐκείνη ἂν ἀποφυγοῦσα, εἰς τὴν πόλιν ἐφυγαδεύετο, καὶ ἀπεπήδα πρὸ τῆς ἀποκρίσεως, καὶ πρὸ τοῦ λόγου τὴν πόλιν κατελάμβανε, λέγουσα· Οὗτος παραπαίει, δαιμονιῶν τίς ἐστι, κορυβαντιῶν, φρε νίτιδι βέβληται· ξένος τις ὢν, καὶ εὐκαταφρόνητος, μείζονα ἑαυτὸν λέγει τοῦ πατρὸς ἡμῶν, μᾶλλον δὲ τοῦ πατρὸς γενομένου τῶν δώδεκα φυλῶν τῶν Ἰσραὴλ, τοῦ τὰς εὐλογίας ὑποδεξαμένου παρὰ τοῦ Θεοῦ, τοῦ πτωχοῦ μὲν ἀποδημήσαντος, πλουσίου δὲ διὰ τὴν οἰκονομίαν τὴν εἰς αὐτὸν παρὰ τοῦ Θεοῦ γενομένην ἐπανελθόντος· ἀλλὰ συγκατέβαινε τῇ γυναικὶ ὁ Χριστὸς, καὶ ἐνεδίδου τῇ ἀσθενείᾳ τῆς γυναικὸς πρὸς τὸ κατὰ μικρὸν εἰς τὸ ὕψος τῶν κρειττόνων αὐτὴν ἀναφέρεσθαι. Καθάπερ γὰρ οἱ τῶν ἰχθύων θηρευταὶ (τί γὰρ ἐκεῖνοι ποιοῦσιν, ἄκουε συνετῶς) βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ ὅταν αἴσθωνται ὅτι ἰχθὺς ἐζωγρήθη, οὐκ εὐθὺς ἀνασπῶ σιν αὐτὸν, ἀλλ' ἐνδιδόασι κατὰ μικρὸν, ἵνα ἐκεῖνος τελείως καταπίῃ καὶ ἀμερίμνως τὸ δέλεαρ, καὶ ὅταν αἴσθησιν λάβωσιν, ὅτι εἰς τὸ βάθος τῆς καρδίας καὶ ἐν τοῖς ἐγκάτοις ἐδέξατο τὸ ἄγκιστρον, τότε μᾶλλον μετὰ ἐπιτάσεως τὸν ἰχθὺν ἀνασπῶσιν οἱ πρότερον αὐτῷ συγ καταβεβηκότες· οὕτω καὶ ὁ Χριστὸς τῇ γυναικὶ πε ποίηκεν. Οὐκ ἐξ ἀρχῆς ἀπεκάλυψεν αὐτῇ τῆς θεότητος τὸ κάλλος, οὐδὲ μεγάλων ἀγαθῶν ἐπαγγελίας αὐτῇ δέ δωκε, οὐδὲ τὸν Ἰακὼβ ὡς ποιήσας αὐτὸν ἐξήγγειλεν· ἀλλὰ τὴν ὄρεξιν τῆς ψυχῆς αὐτῆς εἰς ἐπιθυμίαν διεγεί ρει, λέγων πρὸς αὐτήν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Κατέλιπε τῶν προσώπων τὴν πάλην, καὶ λοιπὸν εἰς τὴν τῶν χα ρισμάτων ἀφθονίαν ἦλθε, μᾶλλον δὲ ὑπὲρ ἐκείνων ἐξ αὐτοῦ τοῦ πράγματος τὴν ὑπεροχὴν δείκνυσι. Τί οὖν ἡ γυνή; Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. Εἶδες, πῶς ἐπίστευσε ταχέως, ὅτι τὸ παρὰ τοῦ Χριστοῦ διδόμενον ὕδωρ δίψαν οὐκ ἔτι ἐργάζεται; Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. ∆ιήγειρεν αὐτὴν κατ' ὀλίγον εἰς ἐπιθυμίαν τῶν πνευματικῶν αὐ τοῦ ὁ Χριστὸς ναμάτων. Ἐπίστευσεν, ὅτι ἔστιν ὕδωρ πινόμενον, καὶ δίψαν οὐκ ἐργαζόμενον· μεταλαμ βανόμενον, καὶ ἁμαρτημάτων ἐξαφανίζον τὸ χειρόγρα 59.539 φον. Κύριε, δός μοι τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρ χωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Εἰ κοινω νὸν, φησὶν, ἔχεις τῆς μίξεως, κοινωνὸς γενέσθω καὶ τῆς πίστεως· μὴ μόνη λάμβανε τὴν δωρεὰν τῶνδε τῶν πνευματικῶν χαρισμάτων. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. ∆ιὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ' ἵνα καὶ τὸν ἄνδρα δι' ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι. Ὕπαγε, φώ νησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Καλῶς, ἀγα πητοὶ, καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος τῷ αὐτῷ κανόνι Κορινθίοις γράφων ἔλεγε· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τέως δὲ τῶν προκειμέ νων ἁψώμεθα. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Λέγει αὐτῷ ἡ γυνὴ, Οὐκ ἔχω ἄνδρα. Καὶ ἤρξατο λοιπὸν ἡ γυνὴ τὰς ἑαυτῆς ἁμαρτίας ἀνακα λύπτειν· ἤρξατο λοιπὸν ἐξομολογεῖσθαι, καὶ λέγειν, Οὐκ ἔχω ἄνδρα. Καὶ γὰρ λοιπὸν τῷ τῆς πορνείας καὶ τῷ τῆς ἀσωτίας κατεβαπτίσθην βυθῷ, καὶ ἄνδρα οὐκ ἔχω. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες,