1

 2

 3

 4

4

ἐπήρκει. Καὶ τί πρὸς αὐτήν; Λάβε μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Αὐτῆς δὲ πορευομένης, ἐβόησεν ὀπίσω αὐτῆς· Λήψῃ δέ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Ἡ δὲ, ὃ μὲν οὐκ εἶχεν, εἶπεν· ὃ δὲ εἶχεν, ὡμολόγησε. Τί γάρ; Ζῇ Κύριος, εἰ ἔσται μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ. Θαυμαστὸν, ὅτι ἐν τοιαύτῃ σπάνει τροφῶν τὸ παρὸν αὐτῇ τῆς πενίας λείψανον οὐκ ἠρνήσατο. Πόσοι νῦν χρυσὸν καὶ ἄργυρον ὡς πηλὸν ἔχοντες, παρακαλούμενοι τὰς εὐεργεσίας τῶν φίλων ἀνανεύουσι, καὶ κολακευόμενοι ἀρνοῦνται τὸ ἔχειν; κἂν παρακλήσει καμφθῶσι πρὸς τὴν ἐπίδοσιν, γράμματα συντάττουσι σιδήρου ἰσχυρότερα, καὶ τὴν δεχομένην χεῖρα πρῶτον τοῖς γραμματείοις δεσμεύουσιν, ἱκανοδότας καὶ μεσίτας τοῦ χρυσίου λαμβάνοντες. Ἐκείνη δὲ ἀπὸ μιᾶς φωνῆς οὐκ ἠρνήσατο τὴν δράκα τοῦ ἀλεύρου. Καὶ τί πρὸς αὐτὴν ὁ προφήτης; Σπεῦσον, καὶ ποίησόν μοι ἐγκρυφίας, ἐν πρώτοις ἐμοὶ, ἐπ' ἐσχάτῳ δὲ σεαυτῇ καὶ τοῖς τέκνοις σου. Πειρασμὸς ἦν τὸ ῥῆμα τοῦ προφήτου, δοκιμὴ καρδίας, προαιρέσεως βάσανος· καὶ ἦν ὥσπερ ὑπὸ ζυγοῦ κειμένη ἡ καρδία τῆς μακαρίας ἐκείνης, καὶ δοκιμαζομένη. Ποῦ ἆρα ῥέπει; Πρὸς τὴν τῶν τέκνων ἑαυτῆς εὔ 59.490 νοιαν, ἢ πρὸς τὴν τοῦ προφήτου φιλοξενίαν; Ἡ δὲ εἵλετο μᾶλλον αὐτὴν καὶ τὰ τέκνα αὐτῆς στενοχωρῆσαι, καὶ τὸν προφήτην ὑποδέξασθαι.

Ἤδει γὰρ, ὅτι Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ ποτίζων ποτήριον ψυχροῦ εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Τί δέ ἐστιν ὃ εἶπεν ὁ προφήτης, Σπεῦσον; ἆρά γε τοσοῦτον ἐπείνα, ὡς δεῖσθαι σπουδῆς; Οὐ πάντως, ἀλλὰ τὸ τῆς εὐποιίας σπουδαῖον καὶ ἱλαρὸν καὶ θερμὸν, μὴ μετὰ λύπης, ἢ μετὰ ἀνάγκης· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Σπεῦσον καὶ ποίησον ἐν πρώτοις ἐμοὶ, ἐπ' ἐσχάτῳ δὲ σεαυτῇ καὶ τοῖς τέκνοις σου. Σπεῦσον, ὡς Ἀβραὰμ ἐν τῇ τῶν ἀγγέλων ἐπιδημίᾳ ἔσπευσεν ἐπὶ τοὺς βόας, ἐπὶ τὸν μόσχον, ἵνα λάβῃ τὸν ἀμνόν· καὶ ὡς Σάῤῥα ἔσπευσεν ἐπὶ τοὺς ἐγκρυφίας, ἵνα λάβῃ τὸν ἐν οὐρανοῖς κρυπτόμενον ἄρτον. Σπεῦσον, καὶ ποίησον ὡς Ἀβραὰμ τὰς θυσίας τῷ Θεῷ· μὴ πρότερον σαυτῇ, καὶ τότε ἐμοὶ, ὡς Κάϊν, καὶ Ὀφνὶ, καὶ Φινεὲς, υἱοὶ Ἠλὶ τοῦ ἱερέως, οἵτινες τὸν Θεὸν παρύβριζον, πρῶτοι τὰς ἀπαρχὰς λαμβάνοντες τῶν τῷ Θεῷ προσφερομένων δώρων. Ἡ δὲ τὸ προστεταγμένον σπουδαίως ἐποίει. Ὁ δὲ τὸν ἄρτον ἐγκρυφίαν πλούσιον θεασάμενος ἐδέξατο, ἐφθέγξατο, καὶ τὸν οἶκον αὐτῆς ἐνέπλησεν ἀγαθῶν. Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύρου ἐκ τῆς ὑδρίας, καὶ τὸ ἔλαιον ἐκ τοῦ καμψάκου, ἕως τοῦ δοῦναι τὸν Κύριον ὑετὸν ἐπὶ τὴν γῆν. ∆ιὰ τί ἕως τότε; Καὶ ἀναγκαίως. Ἔδει γὰρ τῆς καινῆς χάριτος ὡς ὑετοῦ ἐλθόντος, τὸν παλαιὸν νόμον λαβεῖν τέλος. Καὶ ἠκολούθει τὸ ἔργον τῷ λόγῳ. Ὁρᾷς πῶς τῆς φιλοξενίας τοὺς καρποὺς ἐτρύγησαν αἱ ἀγαθαί; Ἀγαθῶν γὰρ πόνων καρποὶ εὐκλεεῖς, καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως.

Ἠκούσατε, γυναῖκες, τὰς τῶν πονηρῶν γυναικῶν πράξεις, καὶ τὰς τῶν ἀγαθῶν ἀρετάς. Τὰς μὲν οὖν ἀγαπήσατε, τὰς δὲ μὴ ποθήσατε· καὶ τὰς μὲν μιμήσασθε, τὰς δὲ μισήσατε, ἵνα τὸν αὐτῶν δρόμον, τῶν καλῶν λέγω, ἰχνηλατήσαντες, εἰς τὸν αὐτὸν τῶν ἁγίων χορὸν ἀριθμηθῆτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.