4
τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρέθηκεν, ἔγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν;
Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων; Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον. Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. ∆ός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν, ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.
Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν, ἢ διψῶντα, καὶ ἐποτίσαμεν, εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσιν; ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε δὲ ταῦτα πεποιήκαμεν; Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει; Ἀλλ' ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν, οὕτω καὶ τοῖς ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ∆ιὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν, Ὅτι ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε· κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα, ἀλλὰ τῆς ἀπανθρωπίας κατώτερα καὶ τῆς ἀνελεημοσύνης.
∆ιὰ τὶ δὲ, ὦ Κύριε, οὐδὲν τῶν ἄλλων φέρεις εἰς μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν· οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας. Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, παρήκατε τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν, ὡς ῥίζαν πάσης κακίας καὶ πάσης ἀσεβείας, ἐπ 55.563 αινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς δὲ δίδωμι βασι 55.564 λείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοῦς αἰῶνας τῶν αἰώνων Ἀμήν.