1

 2

 3

 4

 5

 6

4

ἀπιστίας τὴν φίμωσιν βαστάζων. Ὢ τοῦ θαύματος! ἄλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς ἐξῆλθε καταδεδικασμένος· ὁ θυμιατήριον λειτουργικὸν βαστάζων, τίτλον ἐξορίας περιέφερεν.

Ὁ λαὸς περιέμενέ τι ἀγαθὸν ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευσε· Μηδείς με ἐρωτήσῃ· ∆εσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ὢ τῶν παραδόξων πραγμάτων! Ζαχαρίας φιμοῦται, καὶ ἡ Ἐλισάβετ εὐωχεῖται· ἀναστομοῦται γλῶττα, καὶ ὀγκοῦται μήτρα· ἡ εὔλαλος γλῶττα στειρεύει, καὶ ἡ ἄκαρπος στεῖρα γίνεται μήτηρ· μετοικεῖται τὸ πάθος τῆς μήτρας εἰς τὴν γλῶτταν· ἡ φωνὴ χαλινοῦται, καὶ ἡ γονὴ ἐλευθεροῦται. Ζαχαρίας σιγᾷ, καὶ ὁ Ἰωάννης σκιρτᾷ. Μόνον γὰρ εἶδεν ἡ στεῖρα τὴν παρθένον, κατενόησεν ὁ ἑωσφόρος τὸν ἥλιον, καὶ ἐσκίρτησε μέγα ὁ Ἰωάννης ἐν τῇ μητρικῇ νηδύϊ, τὴν βραδύτητα τῆς φύσεως αἰτιώμενος. ∆εσπότου, φησὶ, κήρυξ εἰμί· καὶ πῶς τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι δεσμοῖς; Προλάβω τὸν χρόνον τῆς κυήσεως· οὐ περιμένω τὸν τόκον, μὴ ἀπολέσω τὸν δρόμον, μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον δοῦλον, μὴ γένηται τῆς φύσεως ἡ ἀκολουθία παρανομία τῆς τάξεως.

Ἐπέγνων τὸν παρόντα, καὶ σιωπᾷν οὐκ ἀνέχομαι· ἐπέγνων τὸν προαποστείλαντά με πρὸ προσώπου αὐτοῦ πορεύεσθαι, ἑτοιμάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ. Σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι. Ὢ τῶν παραδόξων πραγμάτων καὶ θαυμάτων! Ἅπερ ἠγνόησαν ἐν οὐρανοῖς ἄγγελοι, ἐγνώρισεν ὁ Ἰωάννης κυοφορούμενος, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ. Θρόνους ἔλαθε, καὶ τὸν ἐν μήτρᾳ Θεὸς ἐπιδημῶν οὐ παρέδραμε· κυριότητας ἔκρυψε, καὶ τῷ ἐν γαστρὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε· καὶ ὅπερ ἐλήλυθεν ὁ ἀρχάγγελος τῇ θεοτόκῳ κομίζων εὐαγγέλιον, ἔνδοθεν τὸ ἔμβρυον ἁλλόμενον ὑπηγόρευσεν. Ἐπιδημήσας γὰρ, καθὼς ἀρτίως ἠκούσατε, ὁ τοῦ γένους ἡμῶν λυτρωτὴς πρὸς τὸν ἑαυτοῦ φίλον Ἰωάννην ἀφίκετο κυοφορούμενος παραχρῆμα· καὶ ἦν ἰδεῖν τὸν πλαστουργὸν ἀσπαζόμενον τὸν πηλὸν, τὸν βασιλέα εἰς τὴν τοῦ στρατιώτου σκηνὴν αὐλιζόμενον, τὸν ∆εσπότην εἰς τὸ τοῦ δούλου δωμάτιον ἀφιγμένον. Ὃν ἐκ μήτρας ἐν μήτρᾳ θεασάμενος ὁ Ἰωάννης, τῆς φύσεως ὅρους παραδραμεῖν ἐπεχείρησεν, Οὐκ οἶδα, λέγων, φύσεως ὁροθέτην Κύριον, οὐκ ἀναμένω κυήσεως χρόνον· ἐν γαστρὶ ἐνναμηνιαῖος τόκος οὐκ ἀναγκαῖος ἐμοί· οὐ χρῄζω ταύτης τῆς εἱρκτώσεως, εἰς ἣν νῦν ἐγκέκλεισμαι.

Καὶ τί οὐ διαπερῶ τὰ δεσμὰ τὰ κατέχοντά με; Ἐξέλθω, κηρύξω παραδόξων πραγμάτων σύντομον γνῶσιν· σήμαντρόν εἰμι θεϊκῆς παρουσίας, σάλπιγξ εἰμὶ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως. Σαλπίσω, καὶ πατρικὴν γλῶτταν εὐγλωττήσω λαλεῖν· σαλπίσω, καὶ μητρικὴν νεκρωθεῖσαν μήτραν ζωώσω. Βλέπε τοῦ μυστηρίου τὸ ξένον· οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω φαίνεται, καὶ ἀπειλὰς ἀποστέλλει· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι' ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει· οὔπω βλέπει τὸ φῶς, καὶ γνωρίζει τὸν ἥλιον· οὔπω τίκτεται, καὶ προτρέχειν ἐπείγεται. Οὐ γὰρ φέρει τοῦ ∆εσπότου ἐλθόντος παρακατέχεσθαι· οὐκ ἀνέχεται περιμένειν τοῦ τόκου τοὺς ὅρους, ἀλλὰ ῥῆξαι φιλονεικεῖ τὸ τῆς γαστρὸς δεσμωτήριον, καὶ προμηνῦσαι σπουδάζει τὸν Σωτῆρα ἐρχόμενον, κράζων τοῖς ἅλμασιν· Ὁ λύων τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι; ἦλθεν ὁ λόγῳ κατασκευάσας τὰ σύμπαντα, καὶ τί ἐγὼ περιμένω τοὺς ὅρους τῆς φύσεως; Ἐξέλθω, προδράμω, κηρύξω, βοήσω τοῖς πᾶσι παροῦσιν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ ταῦτα μὲν τὰ τοῦ Ἰωάννου σκιρτήματα, μᾶλλον δὲ ῥήματα. Τῇ δὲ Ἐλισάβετ ἐπληρώθη, φησὶν, ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ συγγενεῖς αὐτῆς, καὶ οἱ περίοικοι, καὶ συνέχαιρον αὐτῇ. ∆ιὰ τί δὲ εἴρηται, Ἔτεκε καὶ ἐγέννησεν; Ὅτι τὸ μὲν φύσεώς ἐστιν ἔργον, τὸ δὲ ὑπὲρ φύσιν. Καθ' ὃ γυνὴ μὲν, ἔτεκε· καθ' ὃ 61.761 δὲ