1

 2

 3

 4

 5

4

ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων! ∆αυῒδ προ φητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα· οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν. Ἀντλήσωμεν τοιγαρ οῦν καὶ ἡμεῖς σὺν αὐτοῖς τὸν ἀναφαίρετον πλοῦτον, ἀπλήστοις κόλποις καὶ ταμείοις ἐναποθέμενοι τὰ χα ρίσματα· βοήσωμεν ἀπέραντα, Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι Κυρίου, Θεὸς ἀληθινὸς, παντοκρά τωρ ἐκ παντοκράτορος, Υἱὸς ἐν ὀνόματι Πατρὸς, βασι λεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ βασιλέως, συναΐδιον καὶ προαιώνιον τὴν βασιλείαν ἔχων, ὡς ὁ γεννήσας αὐτόν. Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε ἀρξαμένην ἢ προσ γινομένην ἢ μειουμένην, ἄπαγε, ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς.

Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ καὶ μία οὐσία καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύωμεν μίαν τρισυπόστατον θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέ ραντον, καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παυθήσεταί ποτε τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ 59.707 βασιλεύς· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ παυθήσεταί ποτε ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ, ὅτι ἄνθρωπος γέγονε δι' ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ' ἡμῶν τύραννον ἐνίκησεν, ἐν σαρκὶ ταύτην πραγματευσάμενος κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν, ἀλλ' ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο βασιλεὺς, ὡς ὁ γεννήσας αὐτὸν, νυνὶ δὲ, καὶ μετὰ τῆς προλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφή μει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ ∆εσπότῃ ὑποτάγηθι. Ὁ γὰρ λογομάχος οὐκ εὐγνώμων, ἀλλὰ πρόδηλος δυσμενής. Γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. γʹ. Ἡμεῖς δὲ, ἀγαπητοὶ, ὅθεν ἐξήλθομεν, ἐπανέλθωμεν, τῷ λόγῳ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι ἑκουσίως τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων αὐτοῦ· ἵνα ὥσπερ τοὺς πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς καὶ ψυχο φθόροις λύκοις ἑαυτὸν ὡς ἄνθρωπον προθεὶς ὁ ἀρχι ποιμὴν θήραμα ποιήσῃ τοὺς θηρεύσαντας τῷ πάλαι θηρευθέντι ὑπ' αὐτῶν Ἀδάμ. Εὐλογημένος ὁ ἐρχόμε νος ἐν ὀνόματι Κυρίου, Θεὸς κατὰ τοῦ διαβόλου, οὐ φανερῶς διὰ τῆς ἀπροσβλέπτου δυνάμεως, ἀλλὰ διὰ τῆς ἀσθενείας τῆς σαρκὸς, δῆσαι τὸν καθ' ἡμῶν ἰσχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βα σιλεὺς κατὰ τοῦ τυράννου, οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας, τοῦ ἐν κακίᾳ φρονίμου ὄφεως τὰ σκῦλα διαρπάσαι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι Κυρίου, ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου, ὁ Σωτὴρ κατὰ τοῦ λυμεῶνος, ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτο ρος, ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογη μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Κύριος σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φω ταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων ἀπά την, ἀντεισάξαι θεογνωσίαν σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θερα πείας. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐπιχέαι οἶνον καὶ ἔλαιον ἐπὶ τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς, καὶ παρεωραμένον. Εὐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, σῶσαι ἡμᾶς δι' ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.