1

 2

 3

 4

 5

4

Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τὸ σημεῖον τοῦ σταυροῦ, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον;

Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; ποία παρθένος ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; ποία Ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Σταυρὸς ἐν νυκτὶ φωτίζει, καὶ ἐν ἡμέρᾳ λαμπαδουχεῖ· χειμῶνα συμφορῶν ἔαρ κα λεῖν καὶ θέρος ἐπίσταται, συζυγίαν συσφίγγει, φιλίαν αὔξει, δι' ἁπάντων τῶν ἀγαθῶν ἀρχῇ. Τί οὖν ὁ εὐαγγελιστής; καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης διακοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζα ρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ποία αὕτη ἡ πρὸ 61.718 ἓξ ἡμερῶν ἡμέρα; Ποία αὕτη; Ἡ παροῦσα ἡμέρα ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ Κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν Κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν, ἐκέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· ἀλλ' ἵνα μάθῃς καθαρίσαι ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Προκαθάρσιον γάρ ἐστιν αὕτη ἡ ἡμέρα, ἵνα ἑαυτὸν καθαρίσῃς ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν καὶ παύσῃς ὀργὴν, ἵνα σβέσῃς διαβολὴν, ἵνα συσφίγξῃς ἀγάπην, ἵνα πλατύνῃς φιλοπτωχείαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς, ἀλλὰ καὶ ὁ ἐνδεόμενος συνεορτάσῃ σοι. Ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, ἐκεῖνος δὲ στυγνάζῃ, καὶ σὺ ἑορτάζῃς, σκόπει μὴ γένοιτο ἐπὶ σοῦ ἡ τοῦ πλουσίου ἐκείνου ἀνταπόδοσις, ὅστις εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, τῷ Λαζάρῳ ἐκ τῶν ψιχίων οὐ μετέδωκε. Μετάδος οὖν τῆς τραπέζης τῷ χρείαν ἔχοντι, καὶ εὐποίησον τοὺς δεομένους, ὅπως καὶ σὺ διαπαντὸς ἑορτάσῃς, καὶ ὁ πένης συνευωχηθῇ. Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς εἰς τὸν ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖνος δὲ ἀπὸ ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς, προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτῷ παραμυθήσηται, γέγονεν ἐκεῖνος σοῦ φιλανθρωπότερος. Πᾶς γὰρ αἱρετικὸς καθυλακτεῖ τοῦ ποιμένος. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ Κυρίου σοφίας· ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ διάβολος, τοῦ Κυρίου βοήσαντος, Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα, καὶ τὰς κάτω δυνάμεις μὴ ὑπομενούσας κρατεῖν, καὶ ὅτι ὡς βασιλικοῦ προστάγματος κατα-πεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐῤῥιζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλετο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν καὶ ἀρχαίαν μονὴν παρελάμβανεν· ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς αὐτοῦ δυνάμεσι λέγων, Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε.

Ὢ τί πέπονθα; καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὅνπερ εἶχον τέσσαρας ἡμέρας κρατῶν, νῦν ἀποδιδῶ βίᾳ μεγάλῃ· συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, ἀλλὰ φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους, οὓς κατέχω ἀπὸ Ἀδὰμ μέχρι τοῦ νῦν, ἀπολέσω. Σπουδῆς μοι χρεία, καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλῶντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει. Εὗρον τί πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους· μισθοῦμαι τὸν Ἰούδαν· ἀεί μοι οὗτος