1

 2

 3

 4

 5

 6

4

Κατὰ τὸν καιρὸν τοίνυν ἐκεῖνον ὁ μακάριος οὗτος ἐστρατήγει τῆς παρ' ἡμῖν Ἐκκλησίας, καὶ αἴρεται μὲν ἡ νόσος, ὥσπερ τις λοιμὸς χαλεπὸς ἀπὸ τῶν Αἰγύπτου χωρίων, εἶτα διὰ τῶν μεταξὺ πόλεων βαδίζων εἰς τὴν πόλιν ἔσπευδεν ἐμβαλεῖν τὴν ἡμετέραν. Ἀλλ' ἐκεῖνος ἐγρηγορὼς καὶ νήφων, καὶ πάντα τὰ μέλλοντα προορῶν πόῤῥωθεν, προσιόντα τὸν πόλεμον ἀπεκρούετο· καὶ καθάπερ σοφός τις ἰατρὸς, πρὶν ἢ τὴν νόσον ἐμβαλεῖν εἰς τὴν πόλιν, ἐνταῦθα καθήμε νος, τὰ φάρμακα κατεσκεύαζε, καὶ τὴν ἱερὰν ταύτην ναῦν μετὰ πολλῆς ἐκυβέρνα τῆς ἀσφαλείας, παντα χοῦ περιτρέχων, ναύτας, ἐπιβάτας, τοὺς πλέοντας ἅπαντας συγκροτῶν, νήφειν, ἐγρηγορέναι παρασκευάζων, ὡς πειρατῶν ἐπιτιθεμένων καὶ τῆς πίστεως τὸν θησαυρὸν ἀποσυλῆσαι ἐπιχειρούντων. Οὐκ ἐνταῦθα δὲ μόνον ἐκέχρητο τῇ προνοίᾳ ταύτῃ, ἀλλὰ καὶ παντα χοῦ διεπέμπετο τοὺς διδάξοντας, παρακαλέσοντας, διαλεξομένους, προαποτειχίσοντας τοῖς πολεμίοις τὴν ἔφοδον. Καὶ γὰρ ἦν πεπαιδευμένος καλῶς παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι τὸν Ἐκκλησίας προ εστῶτα οὐκ ἐκείνης μόνης κήδεσθαι δεῖ τῆς παρὰ τοῦ Πνεύματος ἐγχειρισθείσης αὐτῷ, ἀλλὰ καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην κειμένης· καὶ ταῦτα ἀπὸ τῶν ἱερῶν ἐμάνθανεν εὐχῶν. Εἰ γὰρ τὰς εὐχὰς ποιεῖ σθαι δεῖ, φησὶν, ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπι δείκνυσθαι δεῖ, καὶ ὁμοίως ἁπασῶν κήδεσθαι, καὶ μεριμνᾷν πάσας.

Καὶ ὅπερ ἐπὶ τοῦ Στεφάνου γέγονε, τοῦτο καὶ ἐπ' ἐκείνου συνέβαινεν. Ὥσπερ γὰρ οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τοῦ Στεφάνου, οἱ Ἰουδαῖοι ἐλίθαζον τὸν ἅγιον ἐκεῖνον· οὕτω καὶ οὗτοι οὐκ ἰσχύοντες ἀντιστῆναι τῇ σοφίᾳ τῇ τούτου, καὶ ὁρῶντες ἠσφαλισμένα τὰ ὀχυρώματα, ἐκβάλλουσι τῆς πόλεως λοιπὸν τὸν κήρυκα. Ἀλλ' ἡ φωνὴ οὐκ ἐσίγα, ἀλλ' ἐξεβάλλετο μὲν ὁ ἄνθρωπος, ὁ δὲ λόγος τῆς διδασκαλίας οὐκ ἐξεβάλλετο. Καὶ γὰρ Παῦλος ἐδέ δετο, καὶ ὁ λόγος τοῦ Θεοῦ οὐκ ἐδέδετο· καὶ οὗτος ἐν ἀλλοτρίᾳ, καὶ ἡ διδασκαλία αὐτοῦ παρ' ἡμῖν. Ἐκ βάλλοντες τοίνυν ἐπεισῄεσαν συμφραξάμενοι, καθά περ χείμαῤῥος σφοδρός· ἀλλ' οὔτε τὰ φυτὰ παρέσυ ραν, οὔτε τὰ σπέρματα κατέχωσαν, οὔτε τὴν γεωρ γίαν ἐλυμήναντο· οὕτω καλῶς καὶ μετ' ἐπιστήμης ὑπὸ τῆς ἐκείνου γεωργηθέντα σοφίας ἐῤῥίζωτο. Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν, τίνος ἕνεκεν συνεχώρησεν αὐτὸν ὁ Θεὸς ἀπελαθῆναι ἐντεῦθεν. Προσφάτως ἦν ἀναπνεύ σασα ἡ Ἐκκλησία· εἶχε παραμυθίαν οὐ τὴν τυχοῦσαν τὴν ἐπιστασίαν τὴν ἐκείνου· πανταχόθεν αὐτὴν ἐτείχιζεν, καὶ τῶν πολεμίων τὰς προσβολὰς ἀπεκρούετο. Τίνος οὖν ἕνεκεν ἐξεβάλλετο, καὶ συνεχώρει τοῖς ἀπάγουσιν αὐτὸν ὁ Θεός; τίνος ἕνεκεν; Καὶ μή τοι νομίσητε ταύτης τῆς ἀπορίας λύσιν εἶναι τὸ λεγόμε νον μόνης· ἀλλὰ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρε 50.603 τικοὺς ἄλλους ὑμῖν ὑπὲρ τῶν τοιούτων γίνηται λόγος, ἱκανὸν τὸ ῥηθησόμενον ἅπασαν λῦσαι τὴν ἀπορίαν. Ὁ Θεὸς τὴν μὲν πίστιν αὐτοῦ τὴν ἀληθῆ καὶ ἀποστο λικὴν ἐν πολλοῖς συγχωρεῖ πολεμεῖσθαι, τὰς δὲ αἱρέ σεις καὶ τὸν ἑλληνισμὸν ἀφίησιν ἀδείας ἀπο λαύειν. Τί δήποτε; Ἵνα ἐκείνων μὲν τὴν ἀσθένειαν μάθῃς οὐκ ἐνοχλουμένων, καὶ αὐτομάτως καταλυο μένων· τῆς δὲ πίστεως τὴν ἰσχὺν γνωρίσῃς πολεμου μένης, καὶ διὰ τῶν κωλυόντων αὐξανομένης. Καὶ ὅτι οὐκ ἐμός ἐστιν οὗτος στοχασμὸς, ἀλλὰ θεῖος χρησμὸς ἄνωθεν ἐνεχθεὶς, ἀκούσωμεν Παύλου τί περὶ τούτων φησί· καὶ γὰρ ἔπαθέ τί ποτε ἀνθρώπινον καὶ οὗτος· εἰ γὰρ καὶ Παῦλος ἦν, ἀλλὰ τῆς ἡμετέρας μετέσχε φύσεως. Τί δέ ἐστιν, ὅπερ ἔπαθεν; Ἠλαύνετο, ἐπο λεμεῖτο, ἐμαστίζετο, μυρίοις ἐπεβουλεύετο τρόποις, ἔξωθεν, ἔσωθεν, ὑπὸ τῶν δοκούντων οἰκείων εἶναι, ὑπὸ τῶν ἀλλοτρίων. Καὶ τί δεῖ λέγειν, ὅσας ὑπέμεινε θλίψεις; Κάμνων τοίνυν, καὶ μηκέτι φέρων τὰς προσ βολὰς τῶν πολεμίων ἀεὶ διακοπτόντων αὐτοῦ τὴν δι δασκαλίαν, καὶ ἐναντιουμένων αὐτοῦ τῷ λόγῳ, προσ πίπτει τῷ ∆εσπότῃ, καὶ παρακαλεῖ αὐτὸν, καὶ λέγει· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με