1

 2

 3

 4

 5

 6

 7

 8

4

πάλιν· Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· καὶ μετ' ὀλίγα· Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ ἀσελγείᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Καὶ διὰ παντὸς ὁρᾷς ἐν δάκρυσιν αὐτὸν ὄντα καὶ θρήνοις διὰ τοὺς οἰκείους, καὶ δεδοικότα, καὶ τρέμοντα ὑπὲρ τῶν πεπιστευκότων ἀεί. Ὥσπερ οὖν κυβερνήτην θαυμάζομεν οὐχ ὅταν ἡσυχαζούσης τῆς θα λάττης καὶ ἐξ οὐρίων τῆς νηὸς φερομένης δυνηθῇ τοὺς ἐμπλέοντας διασῶσαι, ἀλλ' ὅταν μαινομένου τοῦ πελά γους, διανισταμένων τῶν κυμάτων, αὐτῶν τῶν ἔνδον ἐπι βατῶν στασιαζόντων, πολλοῦ χειμῶνος ἔσωθεν ἔξωθεν τοὺς ἐμπλέοντας πολιορκοῦντος, δυνηθῇ κατευθῦναι τὸ σκάφος μετὰ ἀσφαλείας ἁπάσης· οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυ μάζειν πολλῷ πλέον τῶν νῦν οἰκονομούντων αὐτὴν, ὅτε πολὺς ὁ πόλεμος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον ἔτι τὸ φυτὸν τῆς πίστεως ἦν, καὶ πολλῆς δεόμενον ἐπιμελείας, ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίας πλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς μελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς. Καὶ ἵνα σαφέ στερον μάθητε, ὅσων ἦσαν ἄξιοι στεφάνων οἱ τότε τὴν 50.591 Ἐκκλησίαν ἐμπιστευθέντες, καὶ ὅσος πόνος καὶ κίνδυνος ἐν προοιμίοις καὶ ἀρχῇ πρᾶγμα ἀναδέξασθαι, καὶ πρώ τως ἐλθεῖν ἐπ' αὐτῷ, τοῦ Χριστοῦ παράγω μαρτυρίαν ὑμῖν ψηφιζομένου ταῦτα καὶ τὴν ὑφ' ἡμῶν εἰρημένην κυροῦντος γνώμην. Ἰδὼν γὰρ πολλοὺς πρὸς αὐτὸν ἐρχο μένους, καὶ βουλόμενος δεῖξαι τοῖς ἀποστόλοις, ὅτι πλέον αὐτῶν ἔκαμον οἱ προφῆται, φησίν· Ἄλλοι κεκοπιάκα σι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.

Καίτοι πολλῷ πλείονα τῶν προφητῶν ἔκαμνον οἱ ἀπό στολοι· ἀλλ' ἐπειδὴ πρότεροι ἐκεῖνοι τὸν λόγον τῆς εὐ σεβείας κατέβαλον, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀδι δάκτους οὔσας πρὸς τὴν ἀλήθειαν ἐπεσπάσαντο, ἐκείνοις τὸ πλέον τοῦ πόνου ψηφίζεται. Οὐ γάρ ἐστιν ἴσον, οὐκ ἔστι, μετὰ πολλοὺς ἑτέρους διδασκάλους ἐλθόντα διδάσκειν, καὶ πρῶτον αὐτὸν κατα βάλλειν τὰ σπέρματα. Τὸ μὲν γὰρ ἤδη μελετηθὲν, καὶ ἐν συνηθείᾳ γενόμενον πολλῶν, εὐπαράδεκτον ἂν ῥᾳδίως γένοιτο· τὸ δὲ νῦν πρῶτον ἀκουόμενον θορυβεῖ τὴν διά νοιαν τῶν ἀκροατῶν, καὶ πολλὰ τοῖς διδάσκουσι παρέχει πράγματα. Τοῦτο γοῦν καὶ ἐν Ἀθήναις ἐθορύβει τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο ἀπεστρέφοντο τὸν Παῦλον, ἐγ καλοῦντες, ὅτι Ξενίζοντά τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εἰ γὰρ νῦν κάματον καὶ πόνον πολὺν Ἐκκλησίας προστασία παρέχει τοῖς κυβερνῶσιν αὐτὴν, ἐννόησον πῶς διπλοῦς, καὶ τριπλοῦς, καὶ πολλαπλασίων ἦν τότε ὁ πόνος, ὅτε κίνδυνοι, καὶ μάχαι, καὶ ἐπιβουλαὶ, καὶ φό βος διηνεκής. Οὐκ ἔστιν, οὐκ ἔστι, παραστῆσαι τῷ λόγῳ τὴν δυσκολίαν, ἢν ὑπέμενον οἱ ἅγιοι τότε ἐκεῖνοι· ἀλλ' οὗτος αὐτὴν εἴσεται μόνος ὁ διὰ τῆς πείρας αὐτῆς ἐλθών.

δʹ. Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡμῖν ἀνίσχοντα ταύτης. Τίς

οὖν ἐστιν οὗτος; Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι τὴν ἡμετέραν. Ἐπίπονον μὲν γὰρ καὶ ἑκατὸν ἀνδρῶν καὶ πεντήκοντα προστῆναι μόνον· τὸ δὲ πόλιν ἐγχειρισθῆναι τοσαύτην, καὶ δῆμον εἰς εἴκοσιν ἐκτεινόμενον μυριάδας, πόσης ἀρετῆς οἴει καὶ σοφίας ἀπόδειξιν εἶναι; Καὶ γὰρ ὥσπερ ἐπὶ τῶν στρατοπέδων τὰς βασιλικωτέρας φάλαγγας καὶ πληθυούσας μᾶλλον οἱ σοφώτεροι τῶν στρατηγῶν ἐγχειρίζονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων, τὰς μείζους καὶ πολυανθρώπους οἱ δο κιμώτεροι τῶν ἀρχόντων ἐμπιστεύονται. Καὶ ἄλλως δὲ πολὺς ἦν τῆς πόλεως ταύτης τῷ Θεῷ λόγος, ὡς καὶ διὰ τῶν ἔργων αὐτῶν ἐδήλωσε· τὸν γοῦν τῆς οἰκουμένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐν ταῦθα χρόνον ἐνδιατρίψαι ἐκέλευσεν· οὕτως αὐτῷ τῆς οἰκουμένης ἁπάσης ἡ πόλις ἀντίῤῥοπος ἡ ἡμετέρα. Ἐπειδὴ δὲ ἐμνήσθην Πέτρου, καὶ πέμπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόμενον· οὗτος δέ ἐστι τὸ μετ' ἐκεῖ νον τοῦτον διαδέξασθαι τὴν