4
καὶ τὰ στέρνα ἀνέῤῥηξαν, καὶ τὸν πλοῦτον τὸν ἐναποκείμε νον οὔτε ἔβλεπον, οὔτε λαβεῖν ἠδύναντο· ἀλλ' ὅπερ ἔπασχον οἱ ἐν Σοδόμοις, παρ' αὐτῇ μὲν τῇ θύρᾳ ἑστῶ τες τῆς τοῦ Λὼτ οἰκίας, τὴν δὲ εἴσοδον οὐχ εὑρίσκον τες· οὕτω δὴ καὶ οὗτοι διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ, καὶ κενῶσαι τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον. Τοιαῦτα τῆς ψυχῆς τῶν ἁγίων τὰ κατορθώματα, ἀν αφαίρετα καὶ ἀκαταγώνιστα, καθάπερ ἐν ἀσύλῳ τινὶ χωρίῳ τῇ τῆς ψυχῆς ἀνδρείᾳ ἐναποκείμενα, καὶ οὔτε τυράννων αὐτὰ βλέπουσιν ὀφθαλμοὶ, οὔτε δημίων ἁρ πάσαι δύνανται χεῖρες, ἀλλὰ κἂν αὐτὴν διέλωσι τὴν καρδίαν, ἣ μάλιστα τῆς ψυχῆς τὴν ἀνδρείαν πεπί στευται, κἂν εἰς μικρὰ κατατέμωσι μέρη, οὐδὲ οὕτω κενοῦσι τὸν πλοῦτον, ἀλλὰ καὶ πλείω τοῦτον ἐργά ζονται. Τὸ δὲ αἴτιον Θεός ἐστιν ὁ ταῖς τοιαύταις ἐνοι κῶν ψυχαῖς· τὸν δὲ Θεῷ πολεμοῦντα ἀμήχανον νι κῆσαί ποτε, ἀλλ' ἀνάγκη καταγελασθέντα καὶ αἰσχρῶς ἡττηθέντα ἀπελθεῖν. ∆ιὰ τοῦτο καὶ τότε τὰ ἐναντία τῶν εἰωθότων ἐγίγνετο. Πανταχοῦ μὲν γὰρ τὰ πρά γματα ῥημάτων κρατεῖ· τότε δὲ λόγοι πράξεων ἐκρά τησαν· πῶς; Προσῆγον αὐτοὶ πῦρ καὶ σίδηρον καὶ βασάνους· προσῆγον κολάσεις, τιμωρίας, μάστιγας· διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀν άλωτος ἔμενεν· ἐκεῖνος ἐφθέγγετο μόνον, καὶ ψιλὴν ἠφίει φωνὴν, καὶ λόγος ἔργων ἐκράτησεν.
Ἐξήλ λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος. Ταύτης τοσοῦτον τὸ φῶς ἐστιν, ὅσον τὸ διά στημα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν· μᾶλλον δὲ οὐδὲ τοῦτο ὅλον δύναται διαβῆναι, ὅταν ἢ στέγη, ἢ τοῖχος, ἢ νέφος, ἢ ἄλλο τι σῶμα μεταξὺ παρεμπέσῃ, ἀλλὰ 50.671 ἀποφράττεται καὶ διατειχίζεται τοῖς τοιούτοις κα λύμμασιν ἡ εἰς τὸ πρόσω φορά· ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν. Παρῆλθε τὸν οὐρανὸν τοῦ οὐρανοῦ· εἶδον αὐτὴν ἄγγελοι, καὶ παρεχώρησαν, ἀρχάγγελοι, καὶ ὑπεξέστησαν· τὰ χερουβὶμ καὶ αἱ ἄλλαι δυνάμεις αὐτὴν ὡδήγησαν ἄνω, καὶ οὐ πρότε ρον ἀπέστησαν, ἕως οὗ πρὸς αὐτὸν ἤγαγον τὸν θρόνον τὸν βασιλικόν. Μετὰ δὲ τὴν φωνὴν ταύτην, ἐπειδὴ εἶδεν ὁ τότε δικάζων, ὅτι πάντα εἰκῆ καὶ μάτην μεμηχάνηται, καὶ πρὸς κέντρα λακτίζει, καὶ ἀδάμαντα παίει, τί ποιεῖ; Πρὸς τὴν ὡμολογημένην ἧτταν βαδίζει λοιπὸν, καὶ τοῦ παρόντος ὑπεξάγει τὸν μάρτυρα βίου· θάνατος γὰρ μαρτύρων τῶν μὲν ἀποκτιννύντων ἧττα σαφὴς, τῶν δὲ ἀναιρουμένων νίκη λαμπρά. Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν. Τίς οὖν ὁ τρόπος τῆς τιμωρίας; Σάκκον κομίσας, καὶ ἐμπλήσας ἄμμου, καὶ σκορπίους, καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντας ἐμβαλὼν, ἐνέβαλε μετ' ἐκείνων καὶ τὸν ἅγιον, καὶ ῥίπτει εἰς τὸ πέλαγος. Καὶ ἦν μετὰ θηρίων ὁ μάρτυς, καὶ συναπεκλείετο θηρίοις πάλιν δίκαιος ἄνθρωπος· πάλιν δὲ εἶπον, ἵνα ἀναμνή σθητέ μοι παλαιοῦ διηγήματος τοῦ κατὰ τὸν ∆ανιήλ. Ἐκεῖνον μὲν εἰς λάκκον ἀπέκλεισαν, τοῦτον δὲ εἰς σάκκον ἐνέβαλον· ἐκεῖνοι λίθον ἐπέθηκαν τότε, οὗτος τὸν σάκκον ἔῤῥαψε, στενότερον ποιῶν τῷ δικαίῳ τὸ δεσμωτήριον. Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ θηριωδίας ἀποκρυπτόντων· οἷον εἰκὸς εἶναι καὶ τοῦτον τὸν τύραννον. Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ ∆ανιήλ. Καθάπερ γὰρ ἐκεῖνον τότε μεθ' ἡμέρας πολλὰς ἀπὸ τοῦ λάκκου τῶν λεόντων ἀναβάντα ἐθαύμασαν ἰδόντες οἱ Βαβυλώνιοι, οὕτω καὶ τὴν Ἰουλιανοῦ ψυχὴν ἀπὸ τοῦ σάκκου καὶ τῶν κυμάτων ἀναβαίνουσαν εἰς τὸν οὐρανὸν ἐθαύμασαν ὁρῶντες οἱ ἄγγελοι. Ὁ ∆ανιὴλ κατηγωνίσατο καὶ ἐνίκησε δύο λέοντας, ἀλλ' αἰσθη τούς· οὗτος κατηγωνίσατο καὶ ἐνίκησεν ἕνα λέοντα, ἀλλὰ νοητόν. Ὁ γὰρ ἐχθρὸς, φησὶν, ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος,