1

 2

 3

 4

4

γʹ. Ταῦτα δὴ πάντα λογιζόμενος κατεγέλα τῆς τοῦ διαβόλου πονηρίας, κατεφρόνει τῆς κακουρ γίας, καὶ πρὸς οὐδὲν ἐνεδίδου τῶν ὁρωμένων. Ὡς δ' οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις· ὁ δὲ πρὸς ἑκά στην πεῦσιν ἀπεκρίνατο, ὅτι Χριστιανός εἰμι, μόνον. καὶ λέγοντος τοῦ δημίου· Ποίας εἶ πατρίδος; Χρι στιανός εἰμι, φησί· Τί ἔχεις ἐπιτήδευμα; Χριστιανός εἰμι· Τίνας προγόνους; ὁ δὲ πρὸς ἅπαντα ἔλεγεν, ὅτι Χριστιανός εἰμι· ἑνὶ τούτῳ καὶ ψιλῷ τῷ ῥήματι τοῦ διαβόλου πλήττων τὴν κεφαλὴν, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ τραύματα αὐτῷ παρέχων. Καίτοι γε καὶ τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ' ᾔδει σαφῶς ὅτι ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ πίστεως· οὐ δεινότητος λόγου, ἀλλὰ φιλοθέου ψυχῆς· ἀρκεῖ ῥῆμα ἓν, φησὶν, ἅπασαν τοῦ διαβόλου τρέψαι τὴν φάλαγγα. Καὶ δοκεῖ μὲν τοῖς οὐκ ἀκριβῶς ἐξετάζουσιν ἀνακόλουθος εἶναι ἡ ἀπόκρισις· εἰ δέ τις 50.525 τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρτυρος τὴν σοφίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Χριστιανός εἰμι, καὶ πατρίδα, καὶ γένος, καὶ ἐπιτήδευμα, καὶ πάντα ἐδήλωσε· πῶς, ἐγὼ λέγω· Ὁ Χριστιανὸς οὐκ ἔχει πόλιν ἐπὶ τῆς γῆς, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὁ Χριστιανὸς οὐκ ἔχει γήϊνον ἐπιτήδευμα, ἀλλ' εἰς τὴν ἄνω πολιτείαν τελεῖ· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ὁ Χριστιανὸς συγγενεῖς ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας· Συμπολῖται γάρ ἐσμεν τῶν ἁγίων, φησὶ, καὶ οἰκεῖοι τοῦ Θεοῦ.

Ὥστε ἑνὶ ῥήματι, καὶ τίς εἴη, καὶ πόθεν, καὶ τίνων, καὶ τί πράττων διατελοίη, μετὰ ἀκριβείας ἐδίδαξε. Καὶ μετὰ ταύτης τῆς φωνῆς τὸν βίον κατέλυσε, καὶ ἀπῆλθε σώαν τῷ Χριστῷ τὴν παρακαταθήκην κομίζων, καὶ τοῖς μετὰ ταῦτα δι' ὧν ἔπαθε παραινῶν ἐνίστασθαι, καὶ μηδὲν δεδοικέναι, ἀλλ' ἢ ἁμαρτίαν καὶ ἄρνησιν μόνον. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες ἐν καιρῷ τῆς εἰρήνης τὰ τοῦ πολέμου μελετῶμεν, ἵν' ἐπιστάντος τοῦ πολέμου λαμπρὸν καὶ ἡμεῖς στήσωμεν τρόπαιον. Κατεφρόνησεν ἐκεῖνος λιμοῦ, καταφρονήσωμεν καὶ ἡμεῖς τρυφῆς, καὶ τῆς γαστρὸς τὴν τυραννίδα καθέλωμεν, ἵνα ἂν καιρὸς ἐπιστῇ τοσαύτην παρ' ἡμῶν τὴν ἀν 50.526 δρείαν ἐπιζητῶν, προγυμνασθέντες ἐν τοῖς ἐλάττοσι, λαμπροὶ φανῶμεν ἐπὶ τῶν σκαμμάτων. Ἐπὶ ἀρχόντων καὶ βασιλέων ἐπαῤῥησιάσατο ἐκεῖνος· τοῦτο καὶ ἡμεῖς ποιῶμεν νῦν, κἂν ἐν συλλόγοις Ἑλλήνων πλουτούντων καὶ περιφανῶν συνεδρεύωμεν, μετὰ παῤῥησίας τὴν πίστιν ὁμολογῶμεν· καταγελῶμεν τῆς ἐκείνων πλάνης. Κἂν ἐπιχειρῶσι τὰ μὲν αὑτῶν σεμνύνειν, τὰ δὲ ἡμέτερα καθαιρεῖν, μὴ σιγῶμεν, μηδὲ πράως φέρωμεν, ἀλλ' ἐκκαλύπτοντες αὐτῶν τὴν ἀσχημοσύνην, ἅπαντα μετὰ πολλῆς τῆς σοφίας καὶ τῆς παῤῥησίας τὰ τῶν Χριστιανῶν ἀνυμνῶμεν· καὶ καθάπερ ὁ βασιλεὺς τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς, οὕτω καὶ ἡμεῖς τὴν ὁμολογίαν πανταχοῦ τῆς πίστεως περιφέρωμεν.

Οὐ γὰρ οὕτως ἐκεῖνον ὁ στέφανος, ὡς ἡμᾶς ἡ πίστις καὶ ἡ ταύτης ὁμολογία καλλωπίζειν εἴωθε· μὴ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων αὐτῶν τοῦτο ποιῶμεν, καὶ βίον ἄξιον τῆς ὁμολογίας διὰ πάντων ἐπιδεικνύμενοι, ἵνα μὴ καταισχύνωμεν τὰ δόγματα ἐν τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ διὰ πάντων τὸν ∆εσπότην ἡμῶν δοξάζοντες ἀπολαύσωμεν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖ τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος καὶ τιμὴ, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.