1

 2

 3

 4

 5

 6

 7

4

Κατ' αὐτοῦ, φησὶ, τοῦ νομοθέτου ἀπετόλμησε λέγειν· αὐτὸς παρήγγειλεν ἡμῖν λέγων, Προσέχετε, λαός μου, τὸν νόμον μου· καὶ οὗτος κράζει, ὅτι Ἰησοῦς ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Εἰς Μωϋσῆν ἐβλασφήμησε, τὸν σεβάσμιον παρ' ὅλῳ τῷ ἔθνει, τὸν εἰς συμμαχίαν ὅλην λαβόντα τὴν κτίσιν, τὸν δουλείας χαλεπῆς ἐλευθερώσαντα τὸ ἔθνος, τὸν ῥάβδῳ τὰ τῆς θαλάττης τειχίσαντα ὕδατα, τὸν βυθίσαντα προσευχῇ τὰ τῶν Αἰγυπτίων στρατεύματα, τὸν ἐν νυκτὶ προσευχῇ οὐράνιον ἀνάψαντα στῦλον, τὸν μεθοδεύσαντα οὐράνιον ἀγεώργητον ἄρτον, τὸν ἐξαντλήσαντα τῇ ῥάβδῳ τῆς ἀγόνου τὰ ῥεῖθρα. Εἰς Μωϋσῆν. Καὶ τί τῷ, Εἰς Μωϋσῆν, παρατείνω τὸν λόγον, καὶ τὸν Θεόν; Εἰς αὐτὸν τὸν οὐρανὸν ἠκόντισε τὰ βέλη· κατ' αὐτοῦ τοῦ ∆ημιουργοῦ ἐξέτεινε τὴν γλῶσσαν· νεκρὸν ἀντίθεον κηρύττει τοῦ Κτίστου. Εἰς Μωϋσῆν, καὶ εἰς τὸν Θεόν. Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες ἥρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον.

Εἰς ὀργὴν τὸν λαὸν συνεκίνησαν, καὶ ἥρπασαν αὐτόν· ἥρπασαν οἱ θῆρες τὸ πρόβατον, καὶ ἤγαγον εἰς τὸ συνέδριον, τὸ ὑποκρίσεως ἀνάμεστον καὶ φθόνου· εἰς τὸ συνέδριον τὸ ἀλλότριον ἀληθείας, καὶ χηρεῦον δικαίου· καὶ ἤγαγον αὐτὸν εἰς τὸ συνέδριον, περὶ οὗ πόῤῥωθεν κέκραγεν Ἱερεμίας· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν ματαιότητος· Καὶ ἔστησαν μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου. Τὸ ἱερὸν, φησὶ, τὸν τόπον τοῦτον οὐκ ἠρυθρίασεν ἐνυβρίσαι, ὅπου τὰ θεῖα ἀναγινώσκονται ῥήματα, ὅπου τῶν προφητῶν σαλπίζονται τὰ συγγράμματα, ἔνθα αἱ πλάκες καὶ τὸ οὐράνιον μάννα, ὅπου ἡ κιβωτὸς καὶ ἡ τοῦ Ἀαρὼν ῥάβδος, ὅπου ἀρχιερέων πολιὰ, καὶ πρεσβυτέρων ἀξίωμα, καὶ γραμματέων τιμή· ἀλλὰ παίγνιον ἡγεῖται τὸν τόπον, εὐτελὲς τὸ ἱερὸν ἀποφαίνεται. Καὶ οὐ μόνον κατὰ τοῦ τόπου ἐτόλμησε φθέγξασθαι, ἀλλὰ καὶ κατὰ τοῦ νόμου. Σκιὰν τὸν νόμον εἶναι φαντάζεται· τύπον τὴν Παλαιὰν ἀνυποστόλως κηρύττει· μείζονα τὸν Γαλιλαῖον εἶναι λέγει Μωϋσέως, ἰσχυρότερον τὸν ἐκ Μαρίας τοῦ νομοθέτου κηρύττει· οὐκ ἠρυθρίασε τῶν πρεσβυτέρων τὴν ἀξίαν, οὐκ ἐδειλάνθη τῶν 59.505 γραμματέων τὰ πλήθη, ἀλλ' ἐβλασφήμησε κατὰ τοῦ τόπου καὶ τοῦ νόμου.

γʹ. Καὶ μάθετε αὐτοῦ τῶν λόγων τὴν πεῖραν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Νεκρὸν ἡμῖν ἐπαπειλεῖται ∆εσπότην, τεθνεῶτα ἡμῖν ἐπαγγέλλεται Κύριον. Ἰησοῦς ὁ Ναζωραῖος ἀναστήσεται, καὶ καταλύσει τὸν τόπον τοῦτον. Ἐφαντάσθη, φησὶν, οὗτος ὁ νεανίας· ἠγνόησε τοῦ περιβοήτου ναοῦ τὴν τέρψιν· διέλαθον αὐτὸν τῶν ἐν αὐτῷ τελεσθέντων οἱ πόνοι. Ἡ Σολομῶντος σοφία τοῦτον διέγραψε τὸν οἶκον· σύμμαχον ἔσχεν ὁ σοφὸς τὴν ἄνωθεν χάριν· πολλοὺς ἀγῶνας ἐν τῇ κτίσει ὑπέμεινε τοῦ ἔργου· καὶ ὀγδοήκοντα μὲν χιλιάδες ἐλατόμουν ἐν τῷ ὄρει· ἑβδομήκοντα δὲ χιλιάδες ἐξέτεμνον τὸ ξύλον· τριάκοντα χιλιάδες παρεκόμιζον τὸν λίθον· τρισχίλιοι ἑξακόσιοι ἐπεστάτουν τῷ ἔργῳ· φιλότιμον χεῖρα τῷ ἱερῷ ἐπεξέτεινε, καὶ ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθη κατασκευάσαι τὸ ἔργον· καὶ οὗτος λέγει, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος καταλύσει τὸν τόπον [τοῦτον]· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ Καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Τὸ πανάγιον σάββατον ὑπ' ἐκείνου καταλυθήσεσθαι λέγει· τὴν ἔννομον περιτομὴν ὑπὸ τοῦ Ναζωραίου ἀνατραπήσεσθαι ἀπεφήνατο· τὰς νεομηνίας ἡμῶν ὡς εὐτελεῖς παραγράφεσθαι λέγει· τῶν Σκηνοπηγιῶν τὴν τέρψιν τὸν ἐκ Μαρίας οὐ διαδέχεσθαι κηρύττει· τὰς θυσίας ἡμῶν ἀπροσδέκτους παρὰ τῷ Θεῷ εἶναι φαντάζεται· τοὺς ῥαντισμοὺς καὶ τὰ συνήθη καθάρσια τὸν θανόντα ἀνατρέψαι ἀποφαίνεται. Τίς τοιγαροῦν οὐκ οἶδε τοῦ Ναζωραίου τὸ τέλος; πότε δὲ θνητὸς τοὺς ζῶντας ἀμύνασθαι δύναται; Ἡσαΐας ἐπρίσθη, καὶ οὐδαμοῦ ὁ τὰς δίκας εἰσπράττων· Ἱερεμίας ἐπνίγη, καὶ