1

 2

 3

 4

4

κάλλιον, ὡς εἰς ἔξοδον ἐπειγόμενος τὴν ἀπὸ κόσμου καὶ φθορᾶς. Σπουδὴ δὲ ἔστω, καὶ ῥᾳθυμία μηδαμῶς ἐν τῇ τοῦ Πάσχα βρώσει τῇ πνευμα 59.736 τικῇ. Καὶ καλὸν ἐνταῦθα τὸ σπουδαῖον, οὐ γαστριμαργίαν ἐπιφαίνων ἐσθιόντων ἠπειγμένως τὰ κρέα, ἀλλὰ φιλοθεότητα τῶν σπευδόντων ἀπὸ κόσμου πρὸς Θεόν. Ἐφ' ἑπτὰ δὲ ἡμέρας ἡ ἄζυμος τροφὴ, τουτέστι, διὰ πάσης ζωῆς τὸ εἰλικρινές. ∆ιὰ γὰρ τῶν ἑπτὰ ἡμερῶν ὁ σύμπας πολυπλασιάζεται χρόνος. Καὶ ὁ ζύμην ἔχων ἐξολοθρεύεται. Ἡ γὰρ τοῦ παλαιοῦ ἀνθρώπου κακία ὀλέθριος καὶ οὐδαμῶς ἀναμίγνυσθαι δυναμένη τῇ τοῦ νέου ἀνθρώπου δικαιοσύνῃ καὶ ὁσιότητι. Καὶ ὁρᾷς, ὅτι δίκαιος ὁ διὰ τὴν τοιαύτην ζύμην ὄλεθρος· διὰ δὲ τὴν κοινὴν τοῦ ἄρτου ζύμην οὐκ ἂν δικαίως ἔδοξε χαλεπαίνειν Θεός. Οὐ γὰρ φαίνεται τὸ δίκαιον ἐν τοῖς τύποις, ἀλλὰ ἐπὶ τῆς ἀληθείας ἐκλάμπει τε καὶ γινώσκεται· ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου. Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν· πρεπωδέστατον δὲ τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ αἵματος γινώσκεσθαι ἡμᾶς Θεῷ καὶ σώζεσθαι ὑπὸ Θεοῦ. Ἆρ' οὖν οὐχὶ καὶ τὸ τῆς περιτομῆς ἁπλῶς μὲν οὕτως ἀκούειν ἀπρεπὲς, ὡς Θεοῦ κελεύσαντος ὑπὸ σπουδῆς τὸν μέλλοντα τοῦ Πάσχα ἐσθίειν, εἰ μὴ ἐμπερίτομος εἴη, περιτέμνεσθαι, καὶ οὕτως ἐπὶ τὴν βρῶσιν ἥκειν; Ἐὰν δὲ συνῇς τῆς περιτομῆς τὴν δύναμιν πνευματικῶς, μυστήριον ὄψει καὶ δοξάσεις Θεόν. Τοῦ γεννητικοῦ μέλους ἦν ἡ περιτομή. Ἀπὸ γενέσεως εἶχες, ὦ ἄνθρωπε, κάλυμμα, ὅπερ ἔδει σε περιαιρεῖσθαι, ἵνα ἀνακεκαλυμμένῳ προσώπῳ θεωροίης ἀλήθειαν, καὶ μὴ κεκαλυμμένος τῷ σώματι καὶ γηΐνῳ καλύμματι περὶ τὴν ἀλήθειαν ἀναβλεποίης.

Ὅταν γὰρ γυμνὸς γένῃ τοῦ σαρκικοῦ σώματος, ὡς πνεῦμα πρόσει πρὸς Χριστὸν, καὶ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα γενήσῃ, μετέχων τὴν ἱερὰν καὶ σωτήριον μετοχὴν, ἣν ἡ τῶν κρεῶν βρῶσις ἐμήνυσε. Περιτέμνου δὴ καὶ ἀπεκδύου τὸ σῶμα μετὰ Χριστὸν, κατὰ τὸν λέγοντα Παῦλον, ὅτι Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· καὶ οὕτω περιτεμνόμενος ἅπασαν φιλοχρηματίαν, φιλοδοξίαν, φιληδονίαν, τῆς μὲν πρὸς Θεὸν ἐμπίπλασο τροφῆς εἰς οὐρανὸν ἀναγούσης, ἐλευθερούσης ἀπὸ πονηρῶν ἀρχόντων, λυούσης ἀπὸ πόνων χαλεπῶν, ἔνδοξον καὶ μακαρίαν σοι τὴν εἰς Θεὸν ἐπάνοδον χαριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.