1

 2

 3

 4

 5

 6

 7

4

ἦν πτωχὸς, φησὶν, ἡλκωμένος πάντοθεν, νόσον ἀνίατον ἔχων· ἕτερος δέ τις πλούσιος τῶν ψιχίων οὐ μετεδίδου τῷ πένητι. Καὶ τί δεῖ πᾶσαν ἐπελθεῖν τὴν παραβολήν; ἴστε γὰρ τὴν ἱστορίαν ἅπασαν, τὴν ὠμότητα τοῦ πλουσίου, πῶς οὐ μετεδίδου τῆς τραπέζης τῷ πτωχῷ, τὴν πενίαν τὴν ἐκείνου καὶ τὸν λιμὸν, ᾧ προσεπάλαιε διηνεκῶς. Ἀλλ' ἐνταῦθα ταῦτα· ἐπειδὴ δὲ ἐτελεύτησεν ἕκαστος, ὁρᾷ τὸν πτωχὸν ἐκεῖνον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ. Καὶ τί φησι· Πάτερ Ἀβραὰμ, ἀπόστειλον αὐτὸν, ἵνα ἐπιστάξῃ τῷ δακτύλῳ ἄκρῳ τῇ γλώττῃ μου, ἵνα ἀναπαύσωμαι τῆς ὀδύνης. Εἶδες ἀντίδοσιν; οὐ μετέδωκεν αὐτῷ ψιχίων, οὐ μεταλαμβάνει σταγόνος ὕδατος. Ὧ γὰρ μέτρῳ, φησὶ, μετρεῖτε, μετρηθήσεται ὑμῖν. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος μὲν ἐνταῦθα παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ τὸ ζητούμενον, ὅτι κατανύσσονται μὲν ἐπὶ τοῖς ἁμαρτήμασι καὶ μεταβάλλονται καὶ βελτίους γίνονται ἀπὸ τῆς γεέννης, οὐδὲν δὲ κερδαίνουσιν εἰς παραμυθίαν τῆς φλογός· Πάτερ γὰρ, ἀπόστειλον αὐτὸν εἰς τὸν οἶκόν μου, φησὶν, ἵνα τοῖς συγγενέσι μου διαμαρτύρηται, καὶ μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον. Αὐτὸς ἀποτυχὼν τῆς εὐεργεσίας, ἑτέροις προξενεῖ τὴν σωτηρίαν λοιπόν. Εἶδες πῶς ὠμὸς ἦν πρὸ τούτου, πῶς φιλάνθρωπος ἐγένετο μετὰ ταῦτα; Πρὸ τῶν ὀφθαλμῶν κείμενον παρέτρεχε τὸν Λάζαρον ζῶν, νυνὶ δὲ καὶ ἀπόντων φροντίζει τῶν συγγενῶν· καὶ τότε μὲν ἐν περιουσίᾳ ὢν, πρὸς τὴν ἐλεεινὴν οὐκ ἐπεκάμπτετο τοῦ πτωχοῦ θέαν, νυνὶ δὲ ἐν ὀδύναις καὶ ἀνάγκαις ὢν ἀπαραιτήτοις, κήδεται τῶν αὐτῷ προσηκόντων, καὶ ἀξιοῖ πεμφθῆναι τὸν ταῦτα ἀπαγγελοῦντα αὐτοῖς. Ὁρᾷς πῶς φιλάνθρωπος γέγονε καὶ ἥμερος καὶ συμπαθητικός; Τί οὖν; ἀπώνατό τι τῆς μετανοίας; ἐγένετό τι κέρδος αὐτῷ ἀπὸ τῆς κατανύξεως; Οὐδαμῶς· ἄκαιρος γὰρ ἡ μετάνοια. Ἐλύθη τὸ θέατρον, ἀπῆλθε τὰ σκάμματα, οὐκ ἔτι καιρὸς τῶν παλαισμάτων ἦν· διὰ τοῦτο παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, ἐνταῦθα ὀδύρεσθαι χρὴ καὶ θρηνεῖν ἐπὶ τοῖς ἁμαρτήμασι. Λυπείτω ἡμᾶς ἐνταῦθα τὰ ῥήματα, καὶ μὴ φοβείτω ἐκεῖ τὰ πράγματα· δακνέτω ἡμᾶς ὁ λόγος ἐνταῦθα, καὶ μὴ δακνέτω ἡμᾶς ἐκεῖ σκώληξ ὁ ἰοβόλος· καιέτω ἡμᾶς ἐνταῦθα ἡ ἐπιτίμησις, καὶ μὴ καιέτω ἐκεῖ ἡ γέεννα τοῦ πυρός. Τοὺς ἐνταῦθα θρηνοῦντας ἀκόλουθον ἐκεῖ παρακληθῆναι· τοὺς ἐνταῦθα τρυφῶντας καὶ γελῶντας καὶ ἀναλγήτως περὶ τὰ ἁμαρτήματα διακειμένους ἀνάγκη πᾶσα ἐκεῖ θρηνῆ 50.658 σαι καὶ ὀδύρεσθαι, καὶ βρῦξαι τοὺς ὀδόντας. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ τότε δικάζοντος ἡμῖν· Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· Οὐαὶ ὑμῖν, οἱ γελῶντες, ὅτι κλαύσετε. Πόσῳ τοίνυν βέλτιον πρόσκαιρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας, ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Ἀλλ' αἰσχύνῃ καὶ ἐρυθριᾷς τὰ ἁμαρτήματα ἐξειπεῖν; Μάλιστα μὲν εἰ καὶ ἐπ' ἀνθρώπων ἔδει ταῦτα λέγειν καὶ ἐκπομπεύειν, οὐδὲ οὕτως αἰσχύνεσθαι ἔδει· αἰσχύνη γὰρ τὸ ἁμαρτάνειν, οὐ τὸ ὁμολογῆσαι τὰ ἁμαρτηθέντα· νυνὶ δὲ οὐδὲ ἀνάγκη παρόντων μαρτύρων ἐξομολογεῖσθαι. Παρὰ τοῖς λογισμοῖς τοῦ συνειδότος γιγνέσθω τῶν πεπλημμελημένων ἡ ἐξέτασις· ἀμάρτυρον ἔστω τὸ δικαστήριον· ὁ Θεὸς ὁράτω σε μόνος ἐξομολογούμενον, ὁ Θεὸς ὁ μὴ ὀνειδίζων τὰ ἁμαρτήματα, ἀλλὰ λύων τὰ ἁμαρτήματα ἀπὸ τῆς ἐξομολογήσεως. Ἀλλὰ καὶ οὕτως ὀκνεῖς καὶ ἀναδύῃ; Οἶδα κἀγὼ, ὅτι οὐκ ἀνέχεται τὸ συνειδὸς τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων. Ἂν γὰρ ἔλθωμεν μόνον εἰς ἀνάμνησιν τῶν πεπλημμελημένων ἡμῖν, καθάπερ πῶλός τις ἀδάμαστος καὶ δυσήνιος, σκιρτᾷ ἡ διάνοια. Ἀλλὰ κάτασχε, χαλίνωσον, κατάψηχε τῇ χειρὶ, ἥμερον αὐτὴν ποίησον, πεῖσον ὅτι ἂν μὴ νῦν ἐξομολογήσηται, ἐκεῖ ἐξομολογήσεται, ὅπου πλείων ἡ κόλασις, ὅπου μείζων ὁ παραδειγματισμός. Ἐνταῦθα ἀμάρτυρόν ἐστι τὸ δικαστήριον, καὶ σὺ σαυτῷ δικάζεις ὁ ἡμαρτηκώς· ἐκεῖ δὲ εἰς μέσον τὸ θέατρον τῆς οἰκουμένης ἅπαντα παραχθήσεται, ἂν μὴ προλαβόντες