4
ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ ἀποπεσοῦνται. Βλέπεις δικαίους καὶ ἁμαρτωλοὺς κολαζομένους; Ἴδε ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· ἐπὶ δὲ τῶν δικαίων οὐχ οὕτως, ἀλλὰ Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν· Θάνατος ἁμαρτωλῶν πονηρός· καὶ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου. Τούτων γὰρ ἕκαστον τῶν ῥημάτων πέλαγος ἀχανὲς νοημάτων· ἡμεῖς γὰρ ἁπλῶς ταῦτα παρεδράμομεν· εἰ δὲ βουληθείητε μετὰ ἀκριβείας διερευνᾶσθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον καὶ ἀπ' αὐτῶν, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν ὁμοίως.
βʹ. Ἀλλ' ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον καὶ πολὺ τὸ φορτικὸν, τοῖς
εἰρημένοις τέως ἐμφιλοχωρῶμεν· ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃ τὸν πόνον. Ψαλλέτω τοίνυν τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦ· οὐκ ἐστιν οὐδ' αὐτὸ τοῦτο μικρόν. Ὅταν γὰρ μὴ φθονεῖν ἐᾷ, μὴ λυπεῖσθαι καὶ ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον, μὴ θλίψιν, μὴ πενίαν, μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. 55.537 Ἄλλως τε δὲ, ἐὰν παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία βουλομένη. ∆εῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ τὰς τῶν ἀγαθῶν πράξεων. Ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν διὰ τῶν ἔργων, καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία τοῦ διαβόλου γένηται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται.
Ψάλλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν ἐκβάλλωμεν ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾶν τῶν βιωτικῶν, ὡς ἡ ἀπὸ τῶν ψαλμῶν ἐμμέλεια, καὶ ῥυθμῷ συγκείμενον ᾆσμα. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων ῥᾳθυμοτέρους ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου ∆αυῒδ ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρινῆσαι τούτους, καὶ μελῳδίαν ἀναμίξαι τῇ προφητείᾳ, ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι πάντες, μετὰ πολλῆς τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὕτω γὰρ ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει καὶ ἡδέως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις αὐτὰ βαστάζουσαι πολλάκις ἀπιοῦσαι, καί τινα αὐτοῖς κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτοῖς τὰ βλέφαρα κατακοιμίζουσι. ∆ιὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας ταλαιπωρίαν ταῖς ᾠδαῖς ἐκείναις παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι ληνοβατοῦντες, καὶ τρυγῶντες, καὶ ἀμπέλους θεραπεύοντες, καὶ ἄλλο τι ἐργαζόμενοι, πολλάκις ᾄδουσι· καὶ ναῦται κωπηλατοῦντες τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνονται, πολλάκις μὲν καὶ καθ' ἑαυτὰς ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι μίαν τινὰ μελῳδίαν ᾄδουσαι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπουδάζοντες· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν δυναμένης τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες