1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

αὐτόχρημα, τί ἐστι φιλοσοφία. 3 Περὶ φιλοσοφίας. αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστί, τουτέστι γνῶσις τῆς τῶν ὄντων φύσεως. Καὶ πάλιν· βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων τουτέστιν ὁρατῶν τε καὶ ἀοράτων. γʹ Φιλοσοφία πάλιν ἐστὶ μελέτη θανάτου τοῦ προαιρετικοῦ καὶ τοῦ φυσικοῦ· διττὴ γὰρ ἡ ζωὴ ἥ τε φυσική, καθ' ἣν ζῶμεν, καὶ ἡ προαιρετική, καθ' ἣν προσπαθῶς τῆς παρούσης ζωῆς ἀντεχόμεθα. ∆ιττὸς καὶ ὁ θάνατος ὅ τε φυσικός, ὅς ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, καὶ ὁ προαιρετικός, καθ' ὃν τῆς παρούσης ζωῆς καταφρονοῦντες πρὸς τὴν μέλλουσαν ἐπειγόμεθα. δʹ Φιλοσοφία αὖθίς ἐστιν ὁμοίωσις θεῷ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ σοφὸν ἤτοι τὴν τοῦ ἀγαθοῦ γνῶσιν τὴν ἀληθῆ καὶ κατὰ τὸ δίκαιον, ὅ ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν καὶ ἀπροσωπόληπτον ἐν κρίσει καὶ κατὰ τὸ ὅσιον δέ, τὸ ὑπὲρ τὸ δίκαιον, ἤτοι τὸ ἀγαθὸν τὸ εὐεργετεῖν τοὺς αὑτὸν ἀδικοῦντας. εʹ Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. Ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης· δι' αὐτῆς γὰρ πᾶσα τέχνη εὕρηται καὶ πᾶσα ἐπιστήμη. Τέχνη μὲν οὖν ἐστιν ἡ ἔν τισι σφαλλομένη κατά τινας, ἐπιστήμη δὲ ἡ ἐν μηδενὶ σφαλλομένη· μόνη δὲ ἡ φιλοσοφία οὐ σφάλλεται. Καθ' ἑτέρους δὲ τέχνη μέν ἐστιν ἡ διὰ χειρῶν ἐργαζομένη, ἐπιστήμη δὲ πᾶσα λογικὴ τέχνη, γραμματική, ῥητορικὴ καὶ αἱ τοιαῦται. ʹ Φιλοσοφία πάλιν ἐστὶ φιλία σοφίας. Σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεὸν αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. ∆ιαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν, τὸ θεωρητικὸν εἰς θεολογικόν, φυσικόν, μαθηματικόν, τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ τὴν γνῶσιν κοσμοῦν. Ἔστιν οὖν θεολογικὸν τὸ κατανοεῖν τὰ ἀσώματα καὶ ἄυλα, πρῶτον μὲν θεὸν τὸν ὄντως ἄυλον, ἔπειτα δὲ καὶ ἀγγέλους καὶ ψυχάς. Φυσιολογικὸν δὲ ἡ τῶν ὑλικῶν καὶ προχείρων ἡμῖν γνῶσις ἤτοι ζῴων, φυτῶν, λίθων καὶ τῶν τοιούτων. Μαθηματικὸν δὲ ἡ τῶν καθ' αὑτὰ μὲν ἀσωμάτων, ἐν σώμασι δὲ θεωρουμένων γνῶσις, ἀριθμῶν φημι καὶ ἁρμονίας φθόγγων, ἔτι δὲ σχημάτων καὶ ἄστρων κινή σεως. Ἡ μὲν οὖν περὶ ἀριθμοὺς θεωρία τὴν ἀριθμητικὴν συνίστησιν ἐπιστήμην, ἡ δὲ περὶ φθόγγους τὴν μουσικήν, ἡ δὲ περὶ σχήματα τὴν γεωμετρικήν, ἡ δὲ περὶ ἄστρα τὴν ἀστρονομικήν. Ταῦτα δὲ μέσα σωμάτων καὶ ἀσωμάτων εἰσίν· ὁ γὰρ ἀριθμὸς καθ' αὑτὸν μὲν ἀσώματός ἐστι, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ τυχὸν ἢ οἴνῳ ἤ τινι τῶν τοιούτων. Τὸ δὲ πρακτικὸν περὶ ἀρετὰς καταγίνεται· ἦθος γὰρ κοσμεῖ καί, πῶς δεῖ πολιτεύεσθαι, διδάσκει. Καὶ εἰ μὲν ἑνὶ ἀνθρώπῳ νομοθετεῖ, λέγεται ἠθικόν, εἰ δὲ ὅλῳ οἴκῳ, λέγεται οἰκονομικόν, εἰ δὲ πόλεσι καὶ χώραις, λέγεται πολιτικόν. Ἀλλ' ἀναιρεῖν ἐπεχείρησάν τινες τὴν φιλοσοφίαν φάσκοντες μὴ εἶναι ταύτην μηδὲ γνῶσίν τινα ἢ κατάληψιν. Πρὸς οὓς ἐροῦμεν· Πῶς φατε μὴ εἶναι φιλοσοφίαν καὶ γνῶσιν καὶ κατάληψιν, ἐγνωκότες καὶ κατειληφότες ἢ μὴ ἐγνωκότες μηδὲ κατειληφότες; Εἰ μὲν οὖν κατειληφότες, ἰδοὺ ἔστι γνῶσις καὶ κατάληψις, εἰ δὲ μὴ ἐγνωκότες, οὐδεὶς ὑμῖν πιστεύσει περὶ πράγματος διαλεγομένοις, οὗ τὴν γνῶσιν οὐ κατειλήφατε. Ἐπεὶ τοίνυν ἔστι φιλοσοφία καὶ γνῶσις τῶν ὄντων ἐστί, περὶ τοῦ ὄντος εἴπωμεν. Εἰδέναι δὲ δεῖ, ὡς τοῦ λογικοῦ μέρους τῆς φιλοσοφίας ἀρχόμεθα, ὅπερ ὄργανόν ἐστι μᾶλλον τῆς φιλοσοφίας ἤπερ μέρος· αὐτῷ γὰρ πρὸς πᾶσαν ἀπόδειξιν κέχρηται. ∆ιαλεγόμεθα οὖν περὶ ἁπλῶν φωνῶν τέως δι' ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα· πρότερον γὰρ τὴν τῶν λέξεων σημασίαν δηλώσαντες οὕτω καὶ περὶ λόγων διασκεψόμεθα. 4 Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος. Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία μὲν οὖν ἐστι (ῃ. ι. 62-64) τὸ κυριώτερον ὡς ἐν ἑαυτῷ καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, συμβεβηκὸς δὲ τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι (ῃ. ι. 66 ς.) ἐν δὲ τῇ οὐσίᾳ θεωρούμενον. Ἡ μὲν γὰρ οὐσία τὸ ὑποκείμενόν ἐστιν ὥσπερ ὕλη, συμβεβηκὸς δὲ ἡ ἐν τῇ οὐσίᾳ ὡς ἐν ὑποκειμένῳ θεωρουμένη, οἷον χαλκὸς καὶ κηρὸς οὐσία σχῆμα δὲ καὶ μορφὴ καὶ χρῶμα