1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

29

εἴδη λέγεται τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως κατενεχθέντα οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον ἐκ τοῦ ζῴου. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ σχεδὸν τοῖς ἄλλοις τρισί. 62 Περὶ κινήσεως. Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ὄντος ἀνδριάντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ διαξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις θεωρεῖται τὸ δυνάμει, ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἐν ὅσαις δὲ οὐ θεωρεῖται τὸ δυνάμει, οὐδὲ ἡ κίνησις θεωρηθήσεται. Θεωρεῖται οὖν ἐν τῇ οὐσίᾳ, ἐν τῷ ποσῷ, ἐν τῷ ποιῷ, ἐν τῇ ποῦ κατηγορίᾳ. Ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον, ὅπερ καλεῖται περιφορά, καὶ τὸ ἐπ' εὐθείας κινούμενον, ὅπερ λέγεται ἐπ' εὐθείας κίνησις. Τῆς δὲ ἐπ' εὐθείας κινήσεως διαφοραί εἰσιν ἕξ· τὸ ἄνω, τὸ κάτω, τὸ ἔσω, τὸ ἔξω, τὸ δεξιά, τὸ ἀριστερά. ∆ιὸ μετὰ τῆς περιφορᾶς ἑπτὰ τοπικαὶ κινήσεις εἰσί· πᾶν γὰρ μεταβαλλόμενον ἢ καθ' αὑτὸ μεταβάλλεται ἢ κατά τι τῶν ἐν αὐτῷ ἢ κατά τι τῶν περὶ αὐτό· καὶ εἰ μὲν καθ' αὑτό, ποιεῖ γένεσιν καὶ φθοράν· εἰ δὲ κατά τι τῶν ἐν αὐτῷ ἢ κατὰ τὸ ποσόν, καὶ ποιεῖ αὔξησιν καὶ μείωσιν, ἢ κατὰ τὸ ποιόν, καὶ ποιεῖ ἀλλοίωσιν· εἰ δὲ κατὰ τὸ περὶ αὐτό, ποιεῖ τὴν κατὰ τόπον μεταβολήν· ὁ γὰρ τόπος οὔτε αὐτό ἐστι κινούμενον οὔτε τι τῶν ἐν αὐτῷ, ἀλλὰ τοῖς κινουμένοις παρέπεται καὶ περὶ τὰ κινούμενά ἐστι. ∆ιαφέρει δὲ γένεσις καὶ φθορά· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος· ὅπερ γὰρ οὐκ ἦν πρότερον, τοῦτο γίνεται. Ἡ δὲ φθορὰ τὸ ἀνάπαλιν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ μὴ εἶναι μεταβολή. - αὔξησις δὲ καὶ μείωσις· αὔξησις μὲν γάρ ἐστιν ἡ ἐπὶ τὸ μεῖζον κίνησις· μείωσις δὲ ἡ ἐπὶ τὸ ἔλαττον. -ἐν δὲ τῇ ἀλλοιώσει πάλιν τὰ ἀντικείμενα πάθη, θερμότης ψύξει, τῷ λευκῷ τὸ μέλαν. Ἀντίκειται τοίνυν τῇ μὲν γενέσει φθορά, τῇ δὲ αὐξήσει μείωσις, τῇ δὲ ἀλλοιώσει τὸ ἀντικείμενον καὶ ἡ ἠρεμία. Ἀντικείμενον μὲν θερμάνσει ψύξις ἠρεμία τε· ὅταν γὰρ λάβῃ πέρας τὸ θερμαινόμενον καὶ ἔλθῃ ἐπὶ τὴν ἄκραν θερμότητα, ἠρεμεῖ καὶ παύεται τοῦ θερμαίνεσθαι. Οὕτω καὶ τῇ κατὰ τόπον μεταβολῇ καὶ ἡ ἐναντία κίνησις ἀντίκειται καὶ ἡ ἠρεμία, ἐναντία μέν, ὡς ἡ ἄνω κίνησις τῇ κάτω ἠρεμίᾳ τε· ἐὰν γὰρ βῶλον ῥίψῃ τις ἐπὶ τὰ ἄνω, οὐ πρότερον ἐπὶ τὰ κάτω κινηθήσεται, πρὶν ἠρεμία τις γένηται. Τῇ δὲ οὐρανίᾳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις. ∆οκεῖ δὲ ἡ ἀλλοίωσις παρέπεσθαι ταῖς λοιπαῖς κινήσεσι· καὶ γὰρ καὶ τὸ γινόμενον καὶ τὸ φθειρόμενον καὶ τὸ αὐξάνον καὶ τὸ μειούμενον καὶ τὸ κινούμενον κατὰ τόπον πάντως ἀλλοιοῦται. Ἐπὶ δὲ τῶν φυσικῶν κινήσεων, εἰ καὶ εὑρίσκομεν παρεπομένην τὴν ἀλλοίωσιν ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται ἀλλοιοῦσθαι μέν, μὴ μέντοι δὲ κινεῖσθαι καθ' ἑτέραν κίνησιν, ὡς ἐπὶ λίθου· οὗτος γὰρ θερμαίνεται καὶ ψύχεται καὶ οὔτε αὔξει οὔτε γίνεται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. Ὥστε εἰ καὶ παρέπεται ἀλλοίωσις ταῖς λοιπαῖς κινήσεσιν, ὅμως ἐνδέχεται καθ' αὑτὴν θεωρεῖσθαι· ὅθεν ὁμολογεῖται αὐτῶν τὸ διάφορον. Κίνησιν δὲ λέγει Ἀριστοτέλης τὴν μεταβολήν. Ἐν γὰρ τῷ πέμπτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ἀπέδειξεν, ὅτι γένεσις καὶ φθορὰ μεταβολαὶ μέν εἰσι, κινήσεις δὲ οὔκ εἰσι, διότι ἡ κίνησις σῳζομένου τοῦ πράγματος γίνεται. Εἰ δὲ καὶ τῇ ἀλλοιώσει καὶ τῇ κατὰ τόπον μεταβολῇ ἔφημεν δύο ἐναντία εἶναι, τήν τε κίνησιν καὶ τὴν ἠρεμίαν, ἰστέον, ὡς οὐκ ἀδύνατον κατ' ἄλλο καὶ ἄλλο δύο ἑνὶ εἶναι ἐναντία· ἠρεμία μὲν γὰρ ὡς λῆξις καὶ στέρησις, ἡ δὲ ἀντικειμένη κυρίως ὡς θερμάνσει ψύξις. 63 Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται· -ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα· λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. -ἢ ὡς ποσόν· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν τὸ ξύλον. -ἢ ὡς οὐσίαν περὶ οὐσίαν, ὅπερ ἐστὶ γενικώτατον γένος. Τοῦτο δέ-ἢ περὶ ὅλον τὸ σῶμα ὡς χιτών-ἢ περί τι μέρος ὡς δακτύλιος ἐν δακτύλῳ-ἢ ὡς μέρος ἐν ὅλῳ· λεγόμεθα γὰρ ἔχειν χεῖρα· -ἢ ὡς ἐν