τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀνακίρναται πᾶσι καὶ εἰς τὸν ὁμοδίαιτον μέτεισιν· εἰς οἰκίαν, εἰς πόλιν, εἰς στράτευμα, εἰς ἔθνος ἡ ἐπιβουλὴ μετοικεῖ. Τοιοῦτον αὐτοῖς μόρον ἐρινὺς προξενεῖ. Ταῦτα δίκαια κατὰ βαρβάρων δεῖπνα ποινῶν, χεομένης ἐπὶ πάντα νόσου καὶ ἀπαραιτήτου καταλαμβανούσης τοὺς πολεμίους συμφορᾶς. Εἰ δὲ πεφοβήμεθα μὴ μάτην τοιαύτῃ χρησώμεθα παρασκευῇ, ἤτοι δι' ὑποψίαν οὐ χρησαμένων, ἢ ἐξ αὐτομόλων τοῦτο μεμαθηκότων, ἑστιάσαντες, παρ' αὐτούς, ἢ τοὺς κακούργους, ἢ τοὺς αἰχμαλώτους ἀπολύσωμεν· οἱ δὲ ὁμιλήσαντες αὐτοῖς [οἱ πολέμιοι] εὐθὺ λοιμώξουσιν. Ἐπίβουλον αὐτοῖς φιλανθρωπίαν πέμπω. Ποτίσωμεν αὐτοὺς ὁμοίως τοιαύτῃ φιλοτησίᾳ. Τρισσὰ γένη ζῴων ἅπερ ἐν πενταγώνῳ δευτέρῳ κεῖται, πρὸς σημείοις ὑπάτης ὑπάτων, γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν, ταῦτα σύγκοπτε, ὡς ἰχῶρα γενέσθαι τὰ πάντα, καὶ ὕδατι πλείστῳ ζέσας μέχρι τοῦ πᾶσαν ἀναλωθῆναι τὴν τῶν ἑψημένων πιμελήν, ἔγχεε τῶν πολεμίων ὑδρεύματι. Ὀγκωθήσεται τὰ σώματα τῶν πεπωκότων, αὐτῶν τε καὶ ὑποζυγίων, εἶτα οἴδησις μετ' ὀδύνης αὐτοῖς ἐπιστήσεται, καί τις ὁρῶν αὑτὸν ἄλλον ἐξ ἄλλου γεγενημένον, τὴν παροῦσαν μορφὴν οὐκ ἐπιγνούς, καὶ φυγῇ βραδὺς καὶ τελευτῇ, τὸν γειτνιῶντα θάνατον περιμένων, τάχος ἐφόδου πολεμικῆς εὔξεται, ἵνα παύσηται καὶ τάσει φλεγμονῆς κολαζόμενος, καὶ διὰ τὴν εἰδέχθειαν ὑφ' αὑτοῦ μισούμενος, μὴ χωρούσης τὸν νῦν ἄνθρωπον πανοπλίας τῆς τῷ πρώην σώματι πεπρησμένης, <ὡς> ἀφαιρεῖσθαι αὐτὸν καὶ τὴν ὑπόκρισιν τοῦ κἂν ἐν τοῖς ὅπλοις στῆναι. Λυμαίνεσθαι δὲ καὶ ἄλλως τὰ ὕδατα, <τὰ> μὲν φρέατα κόπρῳ καὶ λίθοις ἐγχοῦντα, εἰ δ' ἀμφιλαφὲς εἴη τὸ ὕδωρ, τῷ ἰχθυΐνῳ ἐλαίῳ ἐγχεομένῳ εἰς αὐτὰ καὶ τῇ θαλαττίᾳ πορφύρᾳ, ἅπερ ἐπὶ πολὺν χρόνον ἅπαν ὕδωρ ἄποτον ποιεῖ. Μείζονα δὲ σύστασιν ὑδάτων ἢ λίμνην ὁ τιθύμαλλος ἐμβαλλόμενος μυρσινίτης δηλήσεται· οὕτως τοὺς πολεμίους πρῶτον κωλύσομεν τῷ ποτῷ. Μὴ ἀμαθεῖς δέ τις ἐς ταῦτα νομίσῃ τοὺς τῆς ἀνατολῆς βαρβάρους· καὶ αὐτοὶ πολλάκις τοὺς ἐπερχομένους κακουργοῦσιν. [Οἴνου φάρμαξις]. Ἐσεμνύναντο Φαρισαῖοί ποτε Ῥωμαίων ἀποκτείναντες φάλαγγα φυγῆς ὑποκρίσει. Εὐωχοῦντο γὰρ δῆθεν, εἶτ' ἀνεχώρησαν ἐπιόντων, ἕτοιμον καταλιπόντες τὸ ἄριστον. Ἐπίβουλος δὲ ὁ οἶνος ἦν, ἐναποσβεσθείσης τιτάνου πεφαρμαγμένος. Φαρμάσσεται δὲ οἶνος ἀφρονίτρῳ, πύξῳ, κωνείῳ, καὶ τοῖς ὁμοίοις τρόποις· ταῦτα γὰρ ἐσθιόμενα ἱκανὰ λυμήνασθαι καὶ δεινῶς διαθεῖναι πολεμίους. Ἐπειδὴ τοίνυν συμμάχους τροφάς τε καὶ ποτὰ παρειλήφαμεν, φέρε δὴ καὶ ἀέρι κατ' αὐτῶν καὶ ἀνέμῳ χρησώμεθα· δύναται φυλάξασθαί τις παρὰ πολεμίων μὴ φαγεῖν, μὴ πιεῖν· πῶς φυλάξηταί τις ἀναπνοήν, πῶς ἀποκλείσῃ ἀέρα; ∆ιὰ τούτων ἐπ' αὐτοὺς ἔρχομαι. [Ἀέρος φάρμαξις]. Θρίσσος ὄφις ἐστὶ Θετταλός, <πυρρὸς> χρόαν, δρακοντίδος παραπλήσιος μήκει, [ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς Ἀσίας πολὺς γίνεται· Σύροι καλοῦσιν αὐτὸν «βαθανηραθὰν»] ὃς ἑξῆς γέγραπται ἐν πενταγώνῳ τρίτῳ οὗ σημεῖά ἐστιν παρυπάτης ὑπάτων, βῆτα ἐλλιπὲς καὶ γάμμα ὕπτιον· καὶ λέων ὄφις ἄλλος, διάφορος· μικρός τε γὰρ ἔστι καὶ μέγας· ἀλλὰ γὰρ ὁ μικρὸς ἐς τοῦτο ληπτὸς μᾶλλον [πολὺς δὲ καὶ αὐτὸς ἐν Συρίᾳ γεννώμενος]. Συγκαθειργνύσθωσαν εἰς ἄγγος ἀμφότεροι ἀσφαλῶς μάλα στεγνόν· βλεπέτω δὲ τὸ ἄγγος ὁ δριμύτατος ἥλιος. Ἐπειδὰν οὖν διαφθαρῶσιν ὑπό τε ἀλλήλων καὶ τῆς ἕλης καὶ τοῦ χρόνου, κατ' ἄνεμον τὸν συνεχῶς εἰς ἐκείνους φέρειν συ νειθισμένον τὸ σκεῦος τεθὲν ἀνοιγνύσθω, ὡς τὴν ἀπ' αὐτοῦ ἀποφορὰν ἐς τοὺς ἀντιπάλους οἴχεσθαι, πορθμευομένης τῆς αὔρας εἰς τοὺς τῶν ἐπιβουλευομένων ἀναπνοάς. Τῆς δὲ ἐνεργείας τὰ παραδείγματα· ἵππος πεσεῖται παρατρέχων, καὶ γειτνιάσας ἄνθρωπος, καὶ ὄρνις οὐχ ὑπερπτὰς κάτεισιν ἐξ ἀέρος πεφονευμένος, καταληφθεὶς ἀνέμῳ φεύγοντος ὠκυτέρῳ πτεροῦ. Εἰ δέ πῃ καὶ καθ' ἡμᾶς, ἤτοι τέχνῃ τῶν ἐξ ἐπιβουλῆς, ἢ καὶ ἀπό τινος τῶν στοιχείων συμβαίη