Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνσταντῖνος δὲ καὶ ὁ υἱὸς αὐτοῦ ζῶντες ἐπιάσθησαν. λοιπὸν οὖν τούτων γενομένων θυμωθεὶς ὁ Κροῦμος ἐκέλευσεν ἐπαύριον ἐμπυρίσαι καὶ καταστρέψαι πάντα τόπον. καὶ ἀρξάμενοι ἐμπυρίζειν κατέκαυσαν πάσας τὰς ἐκκλησίας τὰς ἀντίπεραν τῆς πόλεως μεγάλας οὔσας, ἃς ἀνεκαίνισεν Εἰρήνη καὶ Νικηφόρος καὶ Μιχαήλ· ὁμοίως καὶ τὰ μοναστήρια καὶ τὰ παλάτια καὶ τοὺς οἴκους καὶ τὰ προάστεια. καὶ ἐλθόντες εἰς τὸν ἅγιον Μάμαντα ἐνεπύρισαν τὰ ἐκεῖσε παλάτια καὶ τοὺς δύο κοιτῶνας, καὶ τοὺς κίονας κατέκλασαν, καὶ τοὺς μολύβδους ἐπῆραν καὶ τὰ ζωδία τοῦ ἱπποδρομίου, καὶ πᾶσαν τὴν αἰχμαλωσίαν κατέσφαξαν, καὶ ὁμοίως καὶ τὰ κτήνη. καὶ διελθόντες πᾶσαν τὴν παραθαλασσίαν τοῦ Στενοῦ καὶ τὴν ἄνω, πάντα τὰ ἐμπόρια κατέκαυσαν, καὶ ἄραντες σκῦλα πολλὰ ᾤχοντο. καὶ πιάσαντες τὸ δεξιὸν μέρος τῆς πόλεως πρὸς ἀνατολάς, κατέκαυσαν τὸ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥηγίου· καὶ ἐλθόντες εἰς τὸν Ἀθύρα κατέστρεψαν τὸ ἐκεῖσε κάστρον καὶ τὴν γέφυραν, παράξενον οὖσαν καὶ πάνυ ὀχυρωτάτην. καὶ ἐλθόντες εἰς Σηλυβρίαν κατέστρεψαν τὸ αὐτόθι κάστρον ἕως τοῦ ἐδάφους, καὶ τὰς ἐκκλησίας καὶ τοὺς οἴκους κατέκαυσαν· καὶ μετὰ τοῦτο τὸ ∆αόνιν κάστρον ὑπάρχον κατέστρεψαν. καὶ ἐλθόντες εἰς τὴν πόλιν Ἡρακλείας, μὴ δυνάμενοι εἰς αὐτὴν εἰσελθεῖν, ἐνεπύρισαν πάντα τὰ οἰκήματα 345 τὰ ὄντα εἰς τὸν λιμένα καὶ τὰ πέριξ τῆς αὐτῆς πόλεως. καὶ μετὰ τοῦτο ἐλθόντες εἰς Ῥαίδεστον κατέστρεψαν καὶ τοῦτο τὸ κάστρον, ἐμπυρίσαντες πάντα τὰ ἐν αὐτῇ οἰκήματα καὶ τὰς ἐκκλησίας, κατασφάξαντες αὐτόθι λαὸν πολύν. καὶ μηδὲν ἰσχύσαντες εἰς αὐτό, τὰ ἔξω πάντα ἐμπυρίσαντες καὶ καταστρέψαντες, ἀνῆλθον εἰς τὸν Ἄπρον, κάστρον ὂν καὶ αὐτό· καὶ καταστρέψαντες καὶ τοῦτο καὶ ἐμπυρίσαντες, καὶ ἕτερα πλεῖστα κάστρα, κατῆλθον ἐκεῖθεν δι' ἡμερῶν δέκα, καὶ εἰσῆλθον εἰς τὰ ὄρη τοῦ Γάνου, καὶ εὑρόντες ἐκεῖ λαὸν πολὺν κρυπτόμενον καὶ σχεδὸν πάντα τὰ κτήνη τῆς Θρᾴκης κατέσφαξαν τοὺς ἀνθρώπους, καὶ τὰ κτήνη ὄντα εἰς πλήθη αἰχμαλωτεύσαντες ἀπέστειλαν εἰς Βουλγαρίαν, καὶ γυναικόπαιδα πολλά. καὶ λοιπὸν ἀπῆλθον καὶ εἰς τὸ Ἑξάμιλιν, καὶ κατῆλθον ἕως Ἄβυδον, καὶ ἀνέκαμψαν ἐπὶ τὸ Εὔριον καὶ τὴν ἄνω, καὶ πάντα τὰ κάστρα κατέστρεψαν ἀπὸ μικροῦ ἕως μεγάλου, ἕως τῆς Ἀδριανουπόλεως. καὶ εὑρόντες τὴν Ἀδριανούπολιν κρατουμένην παρεκάθισαν· καὶ ποιήσαντες ἡμέρας πολλὰς καὶ μηδὲν ἰσχύσαντες ἀπὸ τοῦ παρακαθισμοῦ, στήσαντες μαγγανικὰ ἐπολέμουν τὸ κάστρον. καὶ δὴ στενωθέντες, μὴ ἔχοντες βοήθειάν ποθεν καὶ ἀποθνήσκοντες τοῦ λιμοῦ, παρέδωκαν ἑαυτούς. καὶ λαβόντες οἱ Βούλγαροι τὴν αἰχμαλωσίαν πᾶσαν εἰς πλῆθος οὖσαν ἀναρίθμητον, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν, μετῴκισαν αὐτοὺς εἰς Βουλγαρίαν ἐκεῖθεν τοῦ Ἴστρου 346 ποταμοῦ. καὶ τούτων γενομένων ὁ Λέων τῆς πόλεως οὐκ ἐξῆλθεν, ἀλλ' ἐκράτει τῆς βασιλείας τυραννικῶς.
Καὶ λοιπὸν φθασάντων τῶν ἑορτῶν ἔστεψεν τὸν υἱὸν αὐτοῦ μικρὸν ὄντα, καὶ ἐπονομαζόμενον Συμβάτην ἐψεύσατο λέγων ὅτι Κωνσταντῖνος καλεῖται. καὶ σωρεύσας τὸν περισωθέντα λαὸν ἐκ τῶν διαφόρων πόλεων ἐρόγευσεν αὐτούς, ποιήσας αὐτοὺς εὐφημῆσαι Λέοντα καὶ Κωνσταντῖνον, μιμούμενος τοὺς πρώην βασιλεύσαντας Λέοντα καὶ Κωνσταντῖνον τοὺς Ἰσαύρους, ὧν καὶ τὴν αἵρεσιν ἀνενεώσατο, βουλόμενος ζῆσαι ἔτη πολλά, ὡς καὶ αὐτοί, καὶ γενέσθαι περίφημον· οὗ τινὸς τὴν βουλὴν θεὸς κατῄσχυνεν, κόψας τοὺς χρόνους αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ δὴ λοιπὸν γεγονότος εὐδίου τοῦ ἀέρος τῷ χειμῶνι, καὶ τῶν ποταμῶν μὴ ἐχόντων ὕδωρ πολύ, ἐξῆλθον οἱ Βούλγαροι χιλιάδες τριάκοντα ὁλοσίδηροι, καὶ ἐλθόντες ἕως Ἀρκαδιουπόλεως, καὶ περάσαντες τὴν Ῥηγῖναν (ποταμὸς δὲ οὕτως ἐστὶ λεγόμενος) εὗρον λαὸν πολύν, καὶ ᾐχμαλώτευσαν αὐτούς. καὶ πρὸ τοῦ περᾶσαι αὐτοὺς τὴν αἰχμαλωσίαν ἐγένετο ὑετὸς πολὺς ἡμέρας ὀκτώ, καὶ ὀγκωθεὶς ὁ ποταμὸς