De Leone Armenio (e cod. Paris. gr. 1711)

 ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀ

 ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ

 Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνστ

 ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆ

 συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστ

 τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύομεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀποστόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐ

 ἀποθνήσκομεν. καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μ

 τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστη

 Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν , κα

ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀπλακίου, καὶ μὴ ἰσχύοντες ἀντιστῆναι, ἤρξαντο κόπτεσθαι καὶ αὐτοί. καὶ λοιπὸν ἰδόντες πάντα τὰ θέματα ἔφυγον, παρ' ὀλίγον καταλιμπάνοντες καὶ τὸν βασιλέα, οἱ τὸ πρὶν καυχώμενοι ὑπὲρ τοῦ βασιλέως καὶ τῶν Χριστιανῶν ἀγωνίζεσθαι. ἔλεγον γὰρ ὅτι ἐν τῇ Βουλγαρίᾳ εἰσελθόντες ἐν τόποις δυσβάτοις ἐκυρίευσαν ἡμᾶς, ἔξωθεν δὲ ἐπὶ κάμπου νικῆσαι αὐτοὺς ἔχομεν. καὶ πάντα ἐψεύσαντο· μήπω γὰρ ἀρξάμενοι πολεμεῖν ἔφυγον. καὶ λοιπὸν ἐπλήγη ἐν αὐτῷ τῷ πολέμῳ ὅ τε Ἀπλάκης καὶ πολλοὶ ἐκ τοῦ λαοῦ αὐτοῦ. οἱ δὲ λοιποὶ ἰδόντες ὅτι οὐκ ἔχουσίν ποθεν βοήθειαν, ἔφυγον καὶ αὐτοί. ἦν δὲ ὁ τόπος κοιλὸς ἐν ᾧ συνέβαλον τὴν μάχην, καὶ τὰ θέματα ἵσταντο πρὸς τὸ ὑψηλότερον μέρος. καὶ τραπέντων αὐτῶν ἐλογίζοντο ὅτι οὐκ ἔφυγον ἀλλ' ὀπισθοπόδησαν καὶ τροποῦνται αὐτούς· καὶ εὐθέως οὐ κατεδίωξαν αὐτούς. καὶ μετὰ μικρὸν ἀνακύψαντες ὀλίγον θεωροῦσιν ὅτι δρόμῳ πολλῷ φεύγοντες ἀπέκρυψαν, καὶ λύσαντες τοὺς χαλινοὺς τῶν ἵππων κατεδίωκον ὀπίσω αὐτῶν. αὐτοὶ δὲ φεύγοντες ἀλλήλους συνεπάτουν, καὶ 339 ὁ ἔμπροσθεν φεύγων τὸν ὀπίσω οὐ κατενόει· ἀκούων γὰρ τὸν κρότον τῶν ποδῶν τῶν ἵππων ἔλεγεν ὅτι ὑπὸ τῶν πολεμίων καταδιώκεται, καὶ ἕως οὗ ὁ ἵππος πεσὼν ἀπέθανεν, οὐκ εὐμενίδη ἕκαστος τοῦ φεύγειν. λοιπὸν δὲ καὶ οἱ πλεῖοι πεζῇ ἔφυγον, τῶν ἵππων ἐκ τῆς παραταγῆς ἀδυνάτων ὄντων. λιμαγχονηθέντες δέ, καὶ τοῦ δίψους καέντων, ὀλίγον ἀπερχόμενοι ἔπιπτον καὶ ἀπέθνησκον· πάντες γὰρ τὰ ἄρματα καὶ τὰ λωρίκια ἔρριψαν εἰς τὴν ὁδόν. ἄλλοι δὲ καταφθανόμενοι εἰσῆλθον εἰς κάστρα τινά, ὕστερον δὲ παρακαθίσαντος τοῦ Βουλγάρου καὶ παραλαβόντος πάντας. λοιπὸν οὖν οἱ πολέμιοι ὄπισθεν ἐσύναγον τὰ ἄρματα τῶν φευγόντων. καὶ δὴ ἕως τῆς πόλεως οὐκ ἔστησαν φεύγοντες. καὶ φθάσας ὁ βασιλεὺς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ ἠσφάλισεν, ἵνα μὴ ὁ λαὸς χαλασθεὶς ποιήσῃ κακόν.

Οἱ δὲ Βούλγαροι ἕως ὀλίγου τόπου καταδιώξαντες τὸ λοιπὸν μετὰ ἀνέσεως ἤρχοντο· ἦσαν γὰρ καὶ αὐτοὶ κεκοπιακότες ἀπὸ τῆς παρατάξεως καὶ οἱ ἵπποι αὐτῶν, συνάγοντές τε τὰ ὅπλα, ὡς εἴρηται, καὶ τὰ κάστρα παρακαθήμενοι ἔνθα προσέφυγον οἱ διωκόμενοι. καὶ ὁ βασιλεὺς εἰσελθὼν μετὰ λύπης καὶ κλαυθμοῦ ἀπῆλθεν εἰς τὸν πατριάρχην, καὶ συνεισῆλθον ὅ τε μάγιστρος καὶ ὁ μέγας δομέστικος καὶ οἱ λοιποὶ πατρίκιοι, καὶ κλαίων ὁ βασιλεὺς ἔλεγεν ὅτι πάντως διὰ τὰς ἁμαρτίας μου τοῦτο ἔπαθον 340 οἱ Χριστιανοί, καὶ ὅτι οὐκ εὐδοκιμεῖ ὁ θεὸς εἰς τὴν βασιλείαν τοῦ πενθεροῦ μου, οὐδὲ εἰς τὴν γενεὰν αὐτοῦ, ἐπεὶ πλείους ἤμεθα ἡμεῖς τῶν πολεμίων, καὶ προθυμίαν οὐδεὶς ἔσχεν, ἀλλὰ πάντες ἔφυγον. καὶ τοῦ πατριάρχου καὶ τῶν λοιπῶν παραμυθουμένων αὐτῷ, καὶ βουλευομένων τί ἂν ποιήσωσιν, καὶ ἐκδεχομένων ἵνα σωρευθῶσιν πάντα τὰ θέματα καὶ δώσῃ ὁ βασιλεὺς διαταγήν, τὸ θέμα τῶν ἀνατολικῶν πρῶτοι φυγόντες τοῦ πολέμου ἐποίησαν βουλὴν πονηράν, ἔχοντες στρατηγὸν υἱὸν Βάρδα τοῦ Ἀρμενίου, καὶ μουλτεύσαντες ἐξευφήμησαν τὸν αὐτὸν Λέοντα εἰς βασιλέα, καὶ μηδενὸς ἀνθισταμένου ἀνοίξαντες τὰς πόρτας εἰσήγαγον αὐτὸν παμπληθεὶ εἰς τὴν πόλιν. ἀκούσας δὲ ταῦτα Μιχαὴλ ὁ βασιλεὺς προσέφυγεν ἐν τῇ ἐκκλησίᾳ, καὶ λαβὼν λόγον ἀπεκείρατο γενόμενος μοναχός.

Περὶ τῆς βασιλείας Λέοντος υἱοῦ Βάρδα τοῦ Ἀρμενίου. Λέων οὖν εἰσῆλθεν εἰς τὸ παλάτιον, καὶ παραλαβὼν πάντα, ποιήσας προέλευσιν εἰσῆλθεν ἐν τῇ ἐκκλησίᾳ, καὶ ἀνελθὼν εἰς τὸν ἄμβωνα ἐστέφθη ὑπὸ Νικηφόρου τοῦ τηνικαῦτα πατριάρχου ὄντος, μηνὶ Ἰουνίῳ, δεκάτῃ, ἰνδικτιῶνι ἑβδόμῃ, πρότερον ποιήσας ἰδιόχειρον μετὰ τῶν σὺν αὐτῷ 341 μηδέποτε κατὰ τῆς ἐκκλησίας γενέσθαι ἢ παρασαλεῦσαι τῶν καλῶς εἰς αὐτὴν ὁρισθέντων ὑπὸ τῶν ἁγίων πατέρων ἱερῶν δογμάτων, ὅπερ οὐκ ἐφύλαξεν ψεύστης ὤν, καὶ καθάπερ ὁ λόγος ὑπογράφει τὸν χαμαιλέοντα