ἁμαρτίαν τοῦ κόσμου, οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν κέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἀλλ' ἵνα σὺ μάθῃς ἑαυτὸν προκαθαίρειν ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν, ἵνα παύσῃς ὀργήν, ἵνα σβέσῃς διαβολήν, ἵνα σφίγξῃς ἀγάπην καὶ πλατύνῃς φιλοπτωχίαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς ἀλλὰ καὶ ὁ ἐνδεούμενος συνεορτάσῃ σοι· ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, σὺ μὲν ἑορτάζεις, ἐκεῖνος δὲ στυγνάζει. Ὅπως οὖν μὴ γένηται ἐπὶ σοῦ τὸ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου, μετάδος τῷ χρείαν ἔχοντι, εὐποίησον τῷ ἐνδεουμένῳ, ὅπως καὶ σὺ διὰ παντὸς ἑορτάσῃς κἀκεῖνος συνευωχηθῇ. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ κυρίου σοφίας. Ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ διάβολος τοῦ κυρίου βοήσαντος· Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα καὶ τὰς κάτω δυνάμεις μὴ ὑποφερούσας κρατεῖν ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, καὶ ὅτι παραυτὰ αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐρριζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλοντο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν ἀρχαίαν προτέραν μονὴν ἀπελάμβανεν, ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια τούτων γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς ὑπ' αὐτὸν δυνάμεσι λέγων· Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε. Ὦ τί πέπονθα; Καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὃν ἔχω τέσσαρας ἡμέρας κρατῶν νῦν ἀναδίδωμι βίᾳ. Μεγάλῃ συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους οὓς κατέχω ἀπὸ τοῦ Ἀδὰμ μεχρὶ τοῦ νῦν ἀπολέσω. Σπουδῆς μοι χρεία καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλοῦντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει με. Εὗρον ὃ πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους, μισθοῦμαι τὸν Ἰούδαν, ἀεί μοι οὗτος ὑπουργεῖ καλῶς. Φιλάργυρος γὰρ ὢν προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο κόπους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ δεσπότην τοῦ μύρου τριάκοντα δηναρίων πωλήσει. Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι· αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ αὐτὸν ὧδε ὅλον καθελκύσω καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Ταῦτα καὶ τὰ παραπλήσια τούτων βουλεύσασθαι καὶ εἰπεῖν τὸν διάβολον ἠρέθισε τὸ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστῆναι. ∆ιὸ καὶ τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρεν ὥστε ὑπουργῆσαι τῇ βουλῇ αὐτοῦ καὶ σταυρὸν τῷ κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία. ∆ιὰ γὰρ τῆς τοῦ Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ φαρισαῖοι συνήχθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη, ἡ ἀνάστασις προανεδείχθη, οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες εἰς τὸν κύριον Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.