1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

4

ψυχῶν ἐπεγνωκυιῶν ἀλλήλας διὰ μέσου τοῦ σώματος· οὕτω γοῦν συνηλθέτην ἀλλήλοιν ἐκ τῆς αὐτῆς ὁμοιότητος εἰς τὴν ἴσην ὁμόνοιαν. ἑκάστη μὲν οὖν τῶν ἡλικιῶν οὐ παντὶ κατάλληλός ἐστι πράγματι, ἀλλ' ἡ μὲν ἀτελὴς παιδιᾷ, καὶ ἡ ἀκμάζουσα βίῳ, καὶ ἡ τελεία κρείττοσιν ὑποθέσεσι, καὶ αὖθις ἡ μέν τις πρὸς τόδε μᾶλλόν ἐστιν ἐπιτήδειος, ἡ δὲ πρὸς ἕτερον, καὶ τῶν βίων διῃρημένων εἴς τε πρᾶξιν καὶ λόγον, ἡ μέν τις πρακτικωτάτη ἐστίν, ἡ δέ τις θατέρῳ προσνένευκε. τῇ δὲ ἐμῇ μητρὶ οὔτε διαίρεσιν ταῦτα ἔσχηκε καὶ ὁμοῦ πάντα συννένευκε καὶ ἐν ταὐτῷ καιρῷ, καὶ ταῦτα ἤδη τῆς ὥρας τὸ ἄνθος ἔχοντι, ἥ τε «φρόνησις» παρῆν καὶ ἡ «σύνεσις», ἥ τε πρὸς τὸν λόγον τάξις καὶ ὁ πρὸς τὴν πρᾶξιν λόγος, καὶ τὸ διῃρῆσθαι πρὸς τἀναντία καὶ μὴ διῃρῆσθαι, καὶ ἑκατέρου μὲν ἔχεσθαι, δοκεῖν δὲ θατέρου, ὡς μήτε Θεοῦ ἀπολελεῖφθαι ποτέ, μήτε τῆς ἀκριβοῦς οἰκουρίας, ἀλλὰ Θεῷ μὲν προσιοῦσα, μᾶλλον δὲ προσοῦσα ἀεί, οὐδὲν ᾤετο δεῖν μεμνῆσθαι πραγμάτων, τούτοις δὲ οὐκ ἄλλως προσῆν ἢ μετὰ Θεοῦ. αὐτή τε γοῦν ηὐξάνετο καὶ τὸν οἶκον ἐπηύξανε, τοῖς τε οὖσι δεξιῶς χρωμένη καὶ τὰ οὐκ ὄντα προστιθεῖσα ἐπιμελῶς. Τῷ τοίνυν ἐμῷ πατρί, τὸ μὲν ἄνωθεν γένος ἐς ὑπάτους ἀνῆκτο καὶ πατρικίους, τὰ δὲ κατ' ἐκεῖνον πράγματα οὐκ οὕτω δεξιῶς εἶχεν, ἀλλ' εἴ τις ὥσπερ ἐπὶ ζυγοῦ αὐτὸν μὲν ἐπὶ τῆς μιᾶς πλάστιγγος μετὰ τῆς ἐμῆς θείη μητρός, τὸ δὲ λοιπὸν γένος ἐπὶ τῆς ἑτέρας, νικῴη δ' ἂν οὗτος παρὰ πολὺ τῷ σταθμῷ τῆς μητρός, τἆλλα ἐκείνων ἐλλελειμμένος. ἡ μὲν οὖν παρὰ τοῦ σοφοῦ ἐπαινουμένη γυνὴ γλίσχρως μοι δοκεῖ καὶ ἰδιωτικῶς ἧφθαι τῶν πράξεων, ὅσον ἄτρακτον μεταχειρίσασθαι καὶ «δισσὰς τῷ ἀνδρὶ χλαίνας» ἐργάσασθαι, ὡς μὴ βούλεσθαι πλέον, ἢ μηδὲ δύνασθαι καὶ τἆλλα τοιαῦτα ποιεῖν. ἡ δὲ ἐμὴ μήτηρ μεγαλοπρεπεστέρα ἐκείνης πολλῷ οὐκ «ἄτρακτον» μόνον «στρέφουσα», ἀλλὰ καὶ εἴ τι ἕτερον ὄργανον μεταχειριζομένη προσῆκον γυναικωνίτιδι. «χλαίνας δὲ τῷ ἀνδρὶ» μὲν οὐκ ἐποίει, οὐ γὰρ οὕτως ἀτυχῶς εἶχεν ἐκεῖνος, ἑαυτῇ δὲ καὶ ταῖς θεραπαινίσι καὶ τῶν ἐκ γένους πολλοῖς καὶ τῶν ἄλλως ἀτυχησάντων τοῖς πλείοσι συνεξύφαινεν, ὧν αἱ πλείους μετὰ τοῦ «περιττοῦ κάλλους» οὖσαι ἐτύγχανον. Ἐπεὶ δὲ καὶ παῖδα ἔτεκε, θυγάτριον δὲ τὸ τεχθὲν ἦν οἷον οὐκ ἄλλο, εἴ τις τὴν τεκοῦσαν ἐξέλοι, καὶ οὐ «κόμπος ὁ λόγος»· διὰ θάμβους γὰρ ἔτι τοῖς πλείοσιν ἡ ἐκείνης ὥρα, περὶ ἧς «ὁ λόγος προϊὼν» τρανότερον γνωριεῖ. ἐπεὶ τοιγαροῦν μήτηρ ὤφθη καὶ ἡ ἀπαρχὴ τοῦ τόκου πρέπουσα τῷ δόντι Θεῷ, ἔτι μᾶλλον πρὸς ἑαυτὴν συνείλεκτο καὶ πλέον τῷ βίῳ συντέτατο, οὐχ ὡς αἱ πλείους τῶν γυναικῶν ἐντεῦθεν πρὸς τὸν σύντονον βίον ὀλιγωρήσασα καὶ καταρρᾳθυμήσασα τὴν ζωήν, ἀλλὰ ῥωσθεῖσα πλέον ἢ ἀτονήσασα καὶ ῥωμαλεώτερον διατεθεῖσα καὶ τὴν φύσιν ὁμοῦ καὶ τὴν γνώμην. ἡ μὲν οὖν φύσις ὥσπερ ἑαυτὴν ἀγαπήσασα καὶ θαυμάσασα ὅτι τοιοῦτον κάλλος ἐξήνεγκε, τὴν ἐμὴν μητέρα φημί, εἶτα δὴ καθαπερεὶ λογισαμένη ὡς οὐκ ἂν τοιοῦτον ἐνδείξηται, εἰ μὴ παρ' ἐκείνης, ἐκεῖθεν ἐξεικονίζει τὴν ἐμὴν ἀδελφήν, ὡς ἂν ἔχοι, καὶ τοῦ πρωτοτύπου διαρρυέντος, ὁμοιότατον τὸ εἰκόνισμα. ἡ μὲν οὖν φύσις οὕτως, ὁ δέ γε Θεὸς ἑτέρως τὸ πρᾶγμα ποιεῖ, καὶ ὁ λόγος ἐρεῖ τοῦτο κατὰ καιρόν. ∆εύτερος αὖθις τόκος, καὶ πάλιν τὸ τεχθὲν θῆλυ, καὶ οὐ πάνυ τοῦτο πρὸς ἡδονὴν οὔτε τοῖς τεκοῦσιν οὔτε τῷ λοιπῷ γένει, ἀλλ' ὥσπερ αἱ ἄτοκοι καὶ τοῦ τυχόντος τόκου ἱμείρουσιν, οὕτως ἐκείνη θατέρου πλέον τοῦ ἄρρενος. ἀλλ' αἱ ὠδῖνες ἐπ' ἀμφοῖν τοῖν γενοῖν ἐπεσχέθησαν, ὥσπερ τῆς φύσεως παρασκευαζομένης καὶ χρόνου τινὸς πρὸς τὸν τοκετὸν δεομένης. ἐπεὶ δὲ ἔδει «ἐπήκοόν» ποτε τὸ Θεῖον τῶν ἐκείνης «γενέσθαι» δεήσεων, ἥ τε νηδὺς ἐπετάχθη τὴν πλάσιν καὶ ὁ τῆς ὠδῖνος παρῆν καιρός, καὶ ὁ συγγραφεὺς ἐξερράγη τῆς φύσεως, πολλῶν μὲν εὐχῶν πολλῶν δὲ ἐλπίδων προηγησαμένων, μεγάλου δὲ παιᾶνος καὶ θείου ἐπὶ τῷ τόκῳ ᾀσθέντος, εἰ καὶ μὴ τοιοῦτος ὁ τόκος οἷα δὴ τὰ αἴτια τῆς γεννήσεως.