ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ μήτηρ τοῦ σώματος ὄργανον· οὐ γὰρ Πνεύματος ἁγίου πρότερον ἐνεπλήσθη, πρὶν ἐπιστῆναι τὴν κυο φορήσασαν Χριστόν. Πρῶτον δὲ τὸ βρέφος ἐπληροῦτο Πνεύματος, καὶ ἐσκίρτα· καὶ εἶθ' οὕτως τῇ μητρὶ μετεδίδου, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος. Τοῦ αὐτοῦ. Ὁ μὲν λαὸς οὐκ οἶδε τὸν Σωτῆρα ποι οῦντα σημεῖα καὶ τέρατα· ὁ δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν ἡ μήτηρ Ἰησοῦ. Ἰδοὺ γὰρ, φησὶν, ὡς ἐγένετο ὁ ἀσπασμός σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Ἔδει τὴν μακαρίαν ταύτην Μαριὰμ, μετὰ τὴν τοῦ Γαβριὴλ ἐπιδημίαν, ἀναβαίνουσαν ἀναβῆναι ἐπὶ τὴν ὀρεινήν. Μετὰ σπουδῆς δὲ ἐπορεύετο ἀγομένη ὑπὸ τοῦ ἐν αὐτῇ Πνεύματος, ὃ ἐπεληλύθει αὐτῇ, καὶ τῆς δυνάμεως τοῦ Ὑψίστου, τῆς ἐπισκιάσης αὐτῇ. Ὥσπερ ἤρξατο ἡ ἁμαρτία ἀπὸ γυναικὸς, καὶ 17.321 μετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα· οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵν' ἀπεντραπῶσιν αἱ γυναῖκες τὴν ἀσθένειαν, καὶ τὰ γυναικεῖα ἀποθέ μεναι, ζηλώσωσι τοὺς βίους τῶν μακαρίων τούτων. Στίχ. μγʹ. Καὶ πόθεν μοι τοῦτο δῆλον, ἵνα ἔλθῃ ἡ μήτηρ, καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Σύμφωνα τῷ υἱῷ φθέγγεται ἡ Ἐλισά βετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως. Τί γάρ μοι, φησὶ, τηλικοῦτον πέπρα κται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προ φητικῷ λόγῳ τὴν ἔκβασιν. Θεία μὲν οὖν οἰκονομία τὴν μαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας μητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα, διὰ τούτου καὶ τὸ μεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φημι τῆς παρ θένου ἄσπορον τοκετόν. Καὶ συντρέχει πρὸς τὴν πί στιν ταύτην καὶ ὁ λόγος ὁ τῆς Ἐλισάβετ, λεγούσης· Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων ἡ παρθένος, μακαριζομένη, ὅτι ἐπίστευσεν, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης. Τοῦ αὐτοῦ. Ἴδωμεν λοιπὸν παρθενικὴν προφη τείαν. Στίχ. μʹ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κυρίον. Πῶς ἡ ψυχή μου μεγαλύνει τὸν Κύριον, κατανοη τέον. Ἐὰν ἀξίως πολιτευώμεθα κατ' εἰκόνα τοῦ κτί σαντος ἡμᾶς, καὶ ὁμοιωθῶμεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, δι' ἀγαθῶν ἔργων, μεγαλύνομεν τὸν Κύ ριον λόγοις, ἔργοις, νοήμασι. Σμικρύνει δέ τις αὐτὸν ἀναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. Τῆς οὖν Μαρίας ἡ ψυχὴ ἐμεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦμα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι. Πρῶτον ἐμεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἶτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς. Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁμαρτωλῶν γενέσεως εἰρημένον τό· Ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν. Οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶμαι· ἀλλ' ὅπου ὠνόμασται, ὅτι δίκαιός ἐστιν ὁ γεννώμενος. Καὶ τοῦτο δὲ καὶ τὰ λοιπά. Ἡ Ἐλισάβετ, προφῆτις οὖσα, καὶ τὴν γενομένην τῷ ἀνδρὶ ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ Πνεύματι ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν, καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάσεσθαι. Ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν, καὶ διένευον αὐτῷ, ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ· λαβὼν δέλτιον ἔγραψε συμφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκ πλήττεσθαι. Εἶτά φησιν· Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ. Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν 17.324 νης ἔσται τὸ ὄνομα αὐτοῦ, ἐλύθη ἡ δεδεμένη φωνή. Καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πά λαι δεδεμένην τῇ ἀπιστίᾳ, ἀλλ' εὐλογοῦσαν τὸν Θεὸν, καὶ προφητεύουσαν τὰ ἀναγεγραμμένα. Περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά. Ὡς οἶμαι καὶ οἱ πατέρες ἡμῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος ὁ χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς