ἀκούει τῶν λεγομένων, οὔτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλ' ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γε γράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν. Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσα σθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδι δοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα. Τίνες οἱ πατέρες; φέρε τὰς Γραφὰς μάρτυρας· ἐξετασθήτωσαν τὰ λό 12.292 για τὰ ἱερά. Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χρι στὸς τοῖς ἁμαρτάνουσιν, ὅτι «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι. Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν.» Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν. Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα· ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐ τοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν· δέον με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἔχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου. Ἐὰν οὖν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω. Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι. Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν ἔχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν· εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἔχω πατέ ρα· ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαν τα Ἀντίχριστον, ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαι μόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. Καὶ ἁπαξα πλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρ τωλός· ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, «Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι.» Καὶ πάλιν, «Θύγα τερ, ἡ πίστις σου σέσωκέ σε.» Καὶ πάλιν, «Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι.» Οὕτως οἶδα καὶ ἄλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας· οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἦσαν ἅγιοι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο αὐτῷ, «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγε νείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου.» Ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματι κόν. Εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι, ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπ' αὐτὸν πνευμάτων. Γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου. Οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλ' ἐπισκέ πτεταί σε, καὶ λέγει σοι, «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,» καὶ τὰ ἑξῆς· καὶ δίδωσί σοι ὡς ἀγαθός. Ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς, τὰ ἁμαρ τήματα ἀποδιδούς. «Ἐπισκέψομαι οὖν ἐν ῥά βδῳ τὰς ἀνομίας» ὑμῶν τῶν ἁγίων· ἐπισκέψομαι δὲ «καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν.» ∆ιὰ τί; ἵνα τὸ «ἔλεός μου μὴ διασκεδάσω ἀπ' αὐτῶν.» Ὅτε γὰρ κα 12.293 ταλίπῃ τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὔτε μαστιγοῖ. «Μαστιγοῖ» γὰρ οὐ πάντας, ἀλλὰ «πάντα υἱὸν ὂν παραδέχεται Κύριος.» Καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν· «Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι.» Τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κό σμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ· οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. Οὐ γὰρ δύναται εἰπεῖν ὁ διάβολος, «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,» καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας, εὐχέσθω κολασθῆναι. Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐν θάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ