Selecta in Exodum

 τὸν οὐράνιόν ἐστιν; Ἀλλ' εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην 12.285 πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γάρ ἐστιν

 ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους. Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνό μενον τὰ σαρκικὰ πράγματα·

 ἀκούει τῶν λεγομένων, οὔτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλ' ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γε γράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμέ

 ἀναπαύσασθαι. «Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώ πιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον,» καὶ τὰ ἑξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσ

 ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν· εἰ οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν οὐρανοῖς, εἰ οὐ βιοῖ κατὰ τὸν λόγον,

τὸν οὐράνιόν ἐστιν; Ἀλλ' εἴποιμι ἂν ὅτι ἐὰν ἔχῃς ζύμην 12.285 πονηρίας, καὶ μὴ ἐξολοθρεύσῃς πᾶσαν ζύμην κακίας ἀπὸ τοῦ ἡγεμονικοῦ σου· αὕτη γάρ ἐστιν ἡ ἀληθινὴ οἰκία σου· ὁ Θεὸς τῶν ὅλων νομοθετεῖ ἐξολοθρευθῆ ναί σε μὴ ἀποβαλόντα τὴν ζύμην τὴν παλαιὰν ἀπὸ σεαυτοῦ. Χρὴ γάρ σε ἐλθόντα εἰς τὸν καιρὸν τῶν νέων, νέον γενόμενον μηδὲν ἔχειν ἀρχαῖον. «Τὰ ἀρ χαῖα παρῆλθε,» καὶ τὰ ἑξῆς. Ὅρα πῶς ἔδει ἑορτά ζειν ἐν μηνὶ τῶν νέων τὴν ἑορτὴν τῶν ἀζύμων. «Καθίξετε τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθ μῶν, ἀπὸ τοῦ αἵματος ὅ ἐστι παρὰ τὴν θύραν.» Φλιᾶς μὲν, ὡς ἀποδέδωκέ τις τῶν πρὸ ἡμῶν, τοῦ λο γικοῦ· ἀμφοτέρων δὲ σταθμῶν, θυμικοῦ καὶ ἐπιθυ μητικοῦ. Τοῦ αὐτοῦ. Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὀλο θρευτὴν δι' ἐπινοίας ἐκβάλλομεν, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν παρεισδύῃ, φυλακὴν διὰ τοῦ νόμου ποιού μεθα. Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια, τὸ, τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσό δου κατασημαίνεσθαι. «Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς, καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ.» ∆ι' ἀγ γέλων γὰρ ὁ Θεὸς τὰς θανατηφόρους ταύτας ἐπάγει πληγὰς, ὡς καὶ ἐν ταῖς Βασιλείαις ἔγνωμεν πῶς ἐν μιᾷ νυκτὶ ὁ ἄγγελος ἀνεῖλε τῶν Ἀσσυρίων ρπεʹ χιλιά δας. «Οὗτος ὁ νόμος τοῦ Πάσχα· Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀρ γυρώνητον περιτεμεῖς αὐτὸν, καὶ τότε φάγεται ἀπ' αὐτοῦ·» καὶ τὰ ἑξῆς. Ἀκολούθως τοῖς παρατεθεῖσι τρίτος ἐστὶν οὗτος νόμος, ὃν εἶπε πάλιν ὁ Κύριος παρὰ τοὺς δύο νόμους. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς Γραφῆς, ὅτι οὐκ εἶπε τοῦτον τὸν νόμον τὸν περὶ τοῦ Πάσχα ὁ Κύριος ἐν τῇ ἀρχῇ. Εἰ γὰρ εἰρήκει ἔτι ὄν των ἐν Αἰγύπτῳ πρὶν ἀπᾷραι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ, τὸ, «Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ. Καὶ πάντα οἰκέτην τινὸς, καὶ ἀργυρώνητον περιτε μεῖς, καὶ τότε φάγεται ἀπ' αὐτοῦ,» οὐκ ἂν ἐξελη λύθησαν ὁ πολύμικτος πολὺς ὄχλος ὁ ἐξελθὼν ἐξ Αἰ γύπτου. Ἐτήρησεν οὖν τὸν νόμον τοῦτον, ἵνα μετὰ τοῦ ἐξελθεῖν τοὺς βουλομένους δοθῇ ἄλλος νόμος. Καὶ μετ' ὀλίγα. Ἐὰν ἀλληγορῶμεν ταῦτα εἰς τὴν ψυ χὴν ἡμῶν, ἐροῦμεν ὅτι οἰκογενεῖς μέν εἰσιν οἱ συμ πεφυκότες ἡμῖν καὶ γεωργηθέντες λόγοι, καὶ ἐπιστῆ ναι ἀπὸ συμφύτων ἐννοιῶν ἀρξάμενοι· ἀργυρώνητοι δὲ, ὅσοι ἐκ διδασκαλίας ἡμῖν ἐπιγίνονται ἔξωθεν ἀπὸ τῶν μαθημάτων. Πάντας οὖν φησι περιτέμνειν καὶ καθαίρειν, καὶ τοὺς οἰκογενεῖς, καὶ τοὺς ἀργυρωνή τους. Ἀλλογενῆ δὲ οὐδένα δεῖ προσλαμβάνειν, οἷον ἀλλότριον δόγμα προσιεμένους· ἀλλογενῆ γὰρ οὐ πα ραδέχεται, ὃς βούλεται βεβηλῶσαι τὴν ἑορτὴν τοῦ Κυρίου. Καὶ μετ' ὀλίγα. Εἰ γὰρ ἐν Ἐκκλησίᾳ ἐσθίεις λόγους Θεοῦ, ἐσθίεις δὲ καὶ ἐν Ἰουδαίων συναγωγῇ, παραβαίνεις τὴν λέγουσαν ἐντολὴν, «Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται.» Εἰ δὲ μεταλαμβάνεις λόγων Θεοῦ, ἐν οἰκίᾳ μιᾷ τῇ Ἐκκλησίᾳ· εἶτα καταλιπὼν αὐτὴν, ὑπο λαμβάνεις μεταλαμβάνειν Θεοῦ ἐν αἱρετικῇ συναγω 12.288 γῇ, λεγούσης τῆς ἐντολῆς, «Ἐν οἰκίᾳ μιᾷ βρωθήσε ται,» σὺ οὐκ ἐσθίεις ἐν οἰκίᾳ μιᾷ. Μίαν οὖν νοήσαι οἰκίαν τὴν Ἐκκλησίαν· μηδαμοῦ οὖν ἔσθιε τοῦ προβά του ἔξω γενόμενος τῆς Ἐκκλησίας. «Καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω.» Ἐκκλησιαστικὸν λόγον οὐ δεῖ ἔξω τῆς Ἐκκλησίας πρεσβεύειν, ὡς ἔξω τῆς οἰκίας μὴ ἐκφέρειν τὰ κρέα· φημὶ δὲ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν· ὅμοιον γάρ ἐστι τῷ ῥίψαι τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. «Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ.» Πᾶν γέν νημα ψυχῆς νοητὸν ὑπερβαῖνον τὰ ὑλικὰ (ὑλικὰ δὲ τὰ θήλεα) περιτέμνειν καὶ καθαίρειν δεῖ, ἵνα οὕτως μεταλαμβάνῃ τις τῶν κρεῶν τοῦ Πάσχα· ὡς αὐτόχθων δὲ τῆς γῆς, καὶ ὁ προσήλυτος γίνεται· οὐ γὰρ τὰ σπέρ ματα προτιμᾷ ὁ Θεὸς τὰ εὐγενῆ, ἀλλὰ προαίρεσιν ἀποδέχεται. Τοῦ αὐτοῦ. Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περι τεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερί τμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ. Τοῦ αὐτοῦ. Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ· μή τις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι. Ποίας δὲ ταύτας; ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν. Ἀπερίτμητος χείλεσιν,