ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίανἐκτενῶ τὸ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγη σαν.» Μετὰ γοῦν τῶν Ἰσραηλιτικῶν φυλῶν, καὶ τὸν Μωὰβ, καὶ τὴν Ἰδουμαίαν, καὶ τοὺς ἀλλοφύλους περιείληφεν. Ὁ δὲ ἑξηκοστὸς ὄγδοος ὁμοίως ἐπιγεγραμ μένος μεταβολὴν ἔχει καὶ ἀλλοίωσιν τοῦ δι' ἡμᾶς εἰς τὰ βάθη τῆς νοουμένης θαλάσσης κατεληλυθότος, καὶ τὰ περὶ τοῦ πάθους αὐτοῦ, ἃ καὶ δηλοῖ διὰ τοῦ· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δί ψαν μου ἐπότισάν με ὄξος·» καὶ τὴν τῶν ἐπιβου λευσάντων ἐπὶ τὰ χείρω τροπήν· ἃ καὶ αὐτὸς παρ ίστησι λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον,» καὶ τὰ ἑξῆς. Καὶ ὁ τεσσαρακοστὸς τέταρτος, τῶν υἱῶν Κορὲ τυγχάνων, «ὑπὲρ τῶν ἀλ λοιωθησομένων» ἐπιγεγραμμένος, «ὑπέρ τε τοῦ ἀγα πητοῦ,» ὁμοίως καὶ αὐτὸς τὴν περὶ τὸν ἀγαπητὸν τοῦ Θεοῦ ἀλλοίωσιν ἔχει· ἐν αὐτῷ καὶ τὴν θεολογίαν αὐ τοῦ περιλαβὼν, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρὸς αὐτὸν ἐπιστροφὴν δηλῶν διὰ τό· «Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,» καὶ τὰ ἑξῆς. Ὁ δὲ ἑβδομηκοστὸς ἔνατός ἐστι μὲν τοῦ Ἀσὰφ, ὁμοίως δὲ ἐπιγεγραμμένος τοῦ προτέρου πάλιν λαοῦ τὴν ἐπὶ τὰ χείρω τροπὴν περιέχει λέγων· «Ἄμπε λον ἐξ Αἰγύπτου μετῆρας,» καὶ τὰ ἑξῆς. Καὶ ἔοι κεν, ἐπειδὴ τῶν ἀπὸ τῆς γῆς ἀνθέων καὶ κρίνων τὸ ὡραῖον καὶ εὐῶδες θᾶττον ἀλλοιοῦται, καὶ εἰς φθορὰν μεταβάλλεται, τούτου χάριν τὸ Ἑβραϊκὸν «Περὶ τῶν κρίνων, ἢ, Περὶ τῶν ἀνθέων» περιέχειν. ∆ιόπερ «ἀντὶ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύλας «ἐπὶ τοῖς κρίνοις,» ὁ δὲ Σύμμαχος «περὶ τῶν ἀνθέων» ἡρ μήνευσεν. Οἱ ἐπιγεγραμμένοι «ὑπὲρ τῶν κρυφίων» κρύφιόν τινα καὶ λανθάνοντα πόλεμον, καὶ τὴν κατὰ τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν νίκην τοῦ Σωτῆρος ἡμῶν περιέχουσιν· ὁ γοῦν ἔνατός φησιν· «Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω,» καὶ ἃ ἑξῆς τούτοις ἐπιφέρει, σημαίνει τὴν τῶν ἐθνῶν κλῆ σιν· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ.» Καὶ ὅτι ταῦτα λεληθότως κατὰ τὸν καιρὸν τοῦ πάθους συνετελέσθη, τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλοῖ· ἐπιγέγραπται γὰρ «ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ·» ἀνθ' οὗ ὁ μὲν Σύμμαχος «ὑπὲρ τοῦ θανάτου τοῦ Υἱοῦ» πεποίηκεν· ὁ δὲ Ἀκύλας, «ὑπὲρ τῆς νεότητος·» οἷς συμφωνεῖ καὶ τὰ περὶ τῆς ἐκ θανάτου ἀναβιώσεως αὐτοῦ, διὰ τοῦ ψαλμοῦ σημαινόμενα κατὰ τό· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Καὶ ὁ τεσσα 12.1065 ρακοστὸς πέμπτος παραπλησίως περὶ τῶν κρυφίων εἰρημένος τὸν ἀόρατον καὶ νοητὸν πόλεμον παρίστησι λέγων· «Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι,» καὶ τὰ ἑξῆς. Εἶτα ὡς πάλαι καταπατοῦντας τῶν ἐθνῶν ἄρ χοντας καθελὼν, ὑφ' ἑαυτόν τε πεποιημένος τὰ ἔθνη ἑξῆς λέγει· «Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.» Οἱ ἐπιγεγραμμένοι «εἰς στηλογραφίαν» λό γους περιέχουσι μετριότητος καὶ ταπεινοφροσύνης. ∆ιόπερ ὁ μὲν Ἀκύλας, ἀντὶ τοῦ, στηλογραφίαν, «ταπεινοῦ τελείου» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, «τα πεινόφρονος καὶ ἀμώμου.» Εἴτε γὰρ ὁ ∆αυῒδ βασιλεὺς ὢν καὶ ἄρχων παντὸς Ἰσραὴλ, μέτρια καὶ ταπεινὰ φρονῶν τοιαύτας προήκατο φωνὰς, εἴτε καὶ ὁ Χρι στὸς τοῦ Θεοῦ τοιαῦτα ἐθέσπιζε ταπεινοφρονῶν, ὡσπεροῦν διδάσκει διὰ τοῦ· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ·» στήλης ἄξιοι εἶεν ἂν οἱ λόγοι, καὶ τῆς εἰς τὸν σύμπαντα αἰῶνα μνήμης· ὅπερ διὰ τῆς «στηλογραφίας» παρίσταται. Νοήσεις δὲ τὸ εἰρημένον ἀπὸ τοῦ πεντηκοστοῦ πέμ πτου, ὃς ἐπιγέγραπται «στηλογραφίας,» ἢ «ταπεινοῦ τελείου,» ἢ «ταπεινόφρονος καὶ ἀμώμου,» ἐν ᾧ εἴρη ται· «Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄν θρωπος ὅλην τὴν ἡμέραν,» καὶ τὰ ἑξῆς. Καὶ ὁ πεν τηκοστὸς ἕκτος, τὴν ἴσην ἔχων ἐπιγραφὴν, πάλιν τῶν καταπατούντων αὐτὸν μέμνηται λέγων· «Ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με·» καὶ τοὺς λοι ποὺς δὲ τῶν οὕτως ἐπιγεγραμμένων διελθὼν, τῆς ἴσης ἐχομένους εὑρήσεις διανοίας. Οἱ ἐπιγεγραμμένοι «εἰς ἀνάμνησιν τοῦ ∆αυῒδ» ὑπομιμνήσκειν αὐτὸν ἐοίκασιν ἐπὶ τῆς τοῦ Οὐρίου ἁμαρτίας. Ὁ δὲ τριακοστὸς ἕβδο μος, οὕτως ἐπιγεγραμμένος, ἐπιλέγει· «Οὐκ ἔστιν εἰ