βέλεσι, ἀλ λὰ τὴν ἐλευθερίαν ἡμῶν οὐ βλάπτουσιν. ἶσον δέ ἐστι τὸ ψεύδεσ θαι καὶ τὸ ταχέως πείθεσθαι· ἀδικεῖ γὰρ ὁ ψευδόμενος ὃν πεί θει, ἀδικεῖ δὲ καὶ ὁ πειθόμενος ψευδομένῳ προσέχων πρὶν ἢ τὸ ἀληθὲς μάθῃ. διαβολὴ γὰρ μήτηρ ἐστὶν πολέμου καὶ τίκτει ὀρ γήν, ἀφ' ἧς μάχονται καὶ πολεμοῦσι. 2.6 πλὴν οὐκ ἔστιν ἀνδρεία τὸ φονεύειν ἄνδρας, λῃστοῦ γὰρ ἔργον ἐστίν. ἀνδρεία δέ ἐστι πρὸς τροπὰς ἀέρων μάχεσθαι γυμνῷ τῷ σώματι καὶ γαστρὸς ἐπιθυμίαν ἀναιρεῖν καὶ τοὺς ἔνδον πολέ μους μᾶλλον νικῆσαι καὶ ὑπὸ τῆς ἐπιθυμίας μὴ καταγωνίζεσθαι πρὸς τὸ ὀρέγεσθαι δόξης καὶ πλούτου καὶ ἡδονῆς. τούτους νί κησον πρῶτον, Ἀλέξανδρε, τούτους ἀπόκτεινον· τούτους γὰρ ἐὰν νικήσῃς, οὐκ ἔστι σοι χρεία πρὸς τοὺς ἔξω μάχεσθαι· τοῖς γὰρ ἔξω μάχη, ἵνα τούτοις ἐνέγκῃς φόρους. οὐ βλέπεις ὅτι τοὺς ἔξω νικᾷς καὶ ὑπὸ τῶν ἔσω νενίκησαι; πόσοι σοι δοκοῦσι βασιλεῖς ἀνοίας ἐν τοῖς ἄφροσι τυραννεῖν; γλῶσσα, ἀκοή, ὄσφρησις, ὅρα σις, ἁφή, γαστήρ, αἰδοῖα, ὅλος ὁ χρῶς. πολλαὶ δὲ καὶ ἔσωθεν ὥσπερ ἀμείλικτοι δέσποιναι καὶ τυραννίδες ἀκόρεστοι ἀπέραντα ἐπιτάττουσιν· ἐπιθυμίαι, φιλοχρηματίαι, φιληδονίαι, δολοφο νίαι, {σωματομιξίαι} φονοκτονίαι, φειδωλίαι, διχοστασίαι, αἷς πάσαις ταύταις καὶ ἄλλαις πλείοσι βροτοὶ δουλεύουσι, δι' ἅσπερ φονεύουσι καὶ φονεύονται. 2.7 Βραγμᾶνες δὲ νικήσαντες τοὺς ἔνδον πολέμους λοιπὸν ἀν ερρώσθησαν καὶ ἀναπαύονται βλέποντες ὕλας καὶ οὐρανόν. καὶ ἀκούομεν ὄρνεων ἦχον εὐμελῆ καὶ ἀετῶν κλαγγήν, φύλλα τε περι βεβλήμεθα καὶ ἀέρι ἐνδιαιτώμεθα. καρποὺς ἐσθίομεν καὶ ὕδωρ πίνομεν, θεῷ ὕμνους ἄδομεν καὶ τὰ μέλλοντα ἐπιθυμοῦμεν, οὐδε νὸς μὴ ὠφελοῦντος ἀκούομεν. σιωπῶντες τοὺς πολλοὺς λόγους τοιαῦτα Βραγμᾶνες ζῶμεν. 2.8 ὑμεῖς δὲ λέγετε ἃ δεῖ ποιεῖν, καὶ ποιεῖτε ἃ μὴ δεῖ λέ γειν· παρ' ὑμῖν δὲ οὐδεὶς φιλοσόφων οὐδὲν οἶδεν, ἐὰν μὴ λαλή σωσιν· ὑμῶν γὰρ ὁ νοῦς ἐστιν ἡ γλῶσσα καὶ ἐπὶ τοῖς χείλεσι αἱ φρένες. χρυσὸν καὶ ἄργυρον συνάγετε, δούλων χρείαν ἔχετε καὶ μεγάλων οἴκων, ἀρχὰς διώκετε, ἐσθίετε καὶ πίνετε ὅσα καὶ τὰ κτήνη, οὐκ αἰσθάνεσθε δὲ οὐδὲ ὡς ἰδιῶται, περιβάλλεσθε μα λακὰ ἐξομοιούμενοι τοῖς σκώληξι τοῖς σηρικοδιασταῖς. ἀδεῶς πάντα πράττετε καὶ ἐφ' οἷς πράττετε μετανοεῖτε, καθ' ἑαυτῶν λαλεῖτε ὡς καθ' ἐχθρῶν, τῆς γλώττης ἐξουσίαν ἔχοντες ὑπὸ ταύ της πολεμεῖσθε· κρείττονες ὑμῶν οἱ σιγῶντες· ἑαυτοὺς γὰρ οὐκ ἐλέγχουσι. 2.9 παρὰ προβάτων ὡς αἰχμάλωτοι ἔρια δανείζεσθε· δόξαν τοῖς δακτύλοις ὑμῶν ὡς ξόανα περιτίθεσθε. χρυσόν, ὡς αἱ θήλειαι, φορεῖτε καὶ ἐπὶ τούτοις μεγαλύνεσθε, καθ' ὁμοίωσιν τοῦ κτί σαντος δημιουργηθέντες ἀνημέρων θηρίων θυμὸν τίκτετε. ὅταν πολλὰς κτήσεις περιβάλλησθε, ἐπὶ τούτοις μεγαλύνεσθε μὴ βλέ ποντες, ὅτι πρὸς ἀλήθειαν οὐδὲν ὑμᾶς δύναται ὠφελεῖν· χρυσὸς γὰρ ψυχὴν οὐκ ἀνίστησιν οὐδὲ σῶμα πιαίνει, ἀλλὰ τοὐναντίον μᾶλλον καὶ ψυχὴν σκοτοῖ καὶ σῶμα ἐκτήκει. 2.10 ἡμεῖς δὲ πρὸς ἀλήθειαν τὴν φύσιν ἐπιγνόντες τὰ ταύτῃ ἀποκληρωθέντα ἐκείνων καὶ προνοοῦμεν· πείνης παραγενομένης ἀκροδρύοις καὶ λαχάνοις τοῖς ἐκ τῆς προνοίας ἡμῖν χορη γουμένοις ἰώμεθα ταύτην, καὶ δίψης παραγενομένης ἐπὶ τὸν πο ταμὸν ἐρχόμενοι χρυσὸν πατοῦντες ὕδωρ πίνομεν καὶ ταύτην θε ραπεύομεν. χρυσὸς δὲ οὐ παύει δίψαν οὐδὲ λιμὸν παραμυθεῖται οὐδὲ τραῦμα θεραπεύει, οὐ νόσον ἰᾶται, οὐκ ἀπληστίαν ἐμπίπλη σιν, ἀλλὰ μᾶλλον καὶ προσεξεγείρει ταύτην τὴν ξενὴν τῆς φύσεως ἐπιθυμίαν. καὶ διψῶν μὲν ἄνθρωπος δῆλον ὅτι ἐπιθυμεῖ πιεῖν καὶ λαβὼν ὕδωρ πέπαυται τῆς δίψης, καὶ ὁ πεινῶν φυσικῶς ἐπιζητεῖ τροφὴν καὶ φαγὼν κορέννυται καὶ τῆς ἐπιθυμίας πέπαυται. παν τάπασιν οὖν δῆλον ὅτι ξένον τῆς φύσεώς ἐστι τὸ χρυσοῦ ἐπιθυ μεῖν· πᾶσα γὰρ ἐπιθυμία πέπαυται βροτῶν, ὅταν λάβῃ κόρον, ἐπει δὴ τῇ φύσει τοῦτο συνέσπαρται. ὁ δὲ τῶν χρημάτων ἔρως ἀκόρεστός ἐστι διὰ τὸ εἶναι τοῦτον παρὰ φύσιν. ἔπειτα καὶ ἐν αὐτῷ κοσμεῖσ θε καὶ ἐπὶ τούτῳ ἐνδοξάζεσθε {καὶ τοῖς ἐνδύμασι κομπάζετε} τῶν ἄλλων ἀνθρώπων ὑπερμεγαλούμενοι. καὶ διὰ τοῦτο τὰ κοινὰ τῶν πάντων ἴδια ποιεῖτε, τὴν ὁμοίαν πᾶσι