χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν τῷ πεμφθέντι παρ' ὑμῶν ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ' ἡδονὴν ὑμῖν απασιν τὸ πρᾶγμα κεχώρηκε καὶ ουτω πρὸς ἁπάντων ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ηδομαί τε καὶ αὐτὸς (τί γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, απερ αὐτοὶ κοινῶς ειλεσθε ψηφισάμενοι.» 2.12a Vita Constantini Cod. Angelic. A f. 39v Franchi de' Cav. 104: Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ητις ἐστὶν ἐν δεξιᾷ τοῦ τῆς Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ' αλλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα. 2.16b zu 16a Z. 15 Vita Constantini Cod. Angelic. f. 47v: ̔Ο δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ετει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς ̓Ιταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρεσβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ετει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ανω Γαλατιῶν εταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ετος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς ̔Εῴας ἐπέτρεψεν τὴν ἀρχὴν εχειν.