ἐποίησεν ὡς γεγονότας αὐτοῦ μιμητὰς βρέχοντός τε ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς καὶ πᾶσιν ὁμοίως ἀνατέλλοντος τὸν ἥλιον. 22 Mt 6, 3 4 Μὴ γνώτω, φησίν, ἡ ἐν ἡμῖν ἀλογία τῆς λογικῆς ψυχῆς τὸ ἔργον, ἵνα μὴ ἐμποδίσῃ αὐτὴν καὶ μείνῃ ἀτελὴς ἡ σῴζουσα τὸ κατ' εἰκόνα. ἀποδώσει σοι δὲ ἐν τῷ φανερῷ, φησίν, ἐν τῇ ἀναστάσει δηλονότι, ὅταν οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πάντα τὰ κρυπτὰ φανερωθήσονται. 23 Mt 6, 17 18 Ἐπειδὴ τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις καὶ χαίρουσι κατά τι παλαιὸν ἐπετηδεύετο ἔθος καὶ σύμβολα ταῦτα χαρᾶς ἐνομίζετο καὶ εὐφροσύνης, ὁ δεσπότης μετὰ χαρᾶς καὶ εὐφροσύνης τὴν νηστείαν κελεύων ἡμᾶς ἐπιτελεῖν, ἄλειψαί σου, φησίν, τὴν κεφαλὴν ἐλαίῳ καὶ νίψαι τὸ πρόσωπον, ἀπὸ τῶν συμβόλων τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης χαίρειν ἡμᾶς καὶ εὐφραίνεσθαι ἐν τῷ νηστεύειν νομοθετῶν· οὕτω γὰρ ἑαυτοὺς διατιθέντες τούς τε ἄλλους λαθεῖν δυνησόμεθα, ὅτι νηστεύομεν, καὶ αὐτοῖς ἀνεπάχθητον τῆς νηστείας ἀγῶνα ἀπεργασόμεθα· ἔνθα γὰρ προθυμία καὶ χαρά, ἐκεῖ κοῦφον καὶ τὸ ἐπίπονον· ἄλειψαι οὖν σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι ἀντὶ τοῦ· φαίδρυνον σεαυτὸν καὶ ἱλαρὸν ἀπὸ τῆς ἐν τῇ καρδίᾳ εὐθυμίας καὶ ἀγαλλιάσεως παρασκεύασον καὶ ἁπλῶς παντὶ τρόπῳ λαθεῖν ἐπιτήδευε, ἵνα μισθαποδότην ἕξῃς τὸν ἔφορον τῶν κρυφίων. Ἄμφω ταῦτα τὸ ἀλείφεσθαι καὶ νίπτεσθαι τοῖς εὐφραινομένοις ὑπῆρχε. διὸ καὶ ὁ Χριστὸς μετὰ χαρᾶς τε καὶ εὐφροσύνης κελεύει μετέρχεσθαι τὴν νηστείαν, ὥστε χαίρειν ἡμᾶς δεῖ καὶ εὐφραίνεσθαι, ὅταν τὰ καλὰ ἐργαζώμεθα. 24 Mt 6, 21 23 Εἰπὼν ὅπου γάρ ἐστιν ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἐπεξηγεῖται τὴν ἐντεῦθεν βλάβην. καρδίαν δὲ ἐνταῦθα τὸ ἡγεμονικὸν λέγει καθὼς καὶ ὁ προφήτης ∆αβὶδ καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός . φησὶν οὖν, ὅτι οἱ θησαυρίζοντες ἐπὶ γῆς, ἐκεῖ καὶ τὸν νοῦν ἔχουσι προσηλωμένον καὶ συνδεδεμένον. τούτου δὲ ἐν αἰχμαλώτου καὶ δεσμίου τάξει διακειμένου τί λοιπὸν ἔσται τῷ σώματι ὅλῳ ἢ καὶ αὐτῇ τῇ ψυχῇ ἀλλ' ἢ συνηνδραποδίσθαι καὶ μᾶλλον δεδέσθαι; τοῦ γὰρ κυβερνήτου βυθιζομένου τί λοιπὸν ἢ ναῦς καὶ οἱ ἐμπλέοντες πείσονται; τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ λέγειν ὁ λύχνος τοῦ σώματος ὁ ὀφθαλμός ἐστιν. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον. οἰκείως δὲ τῷ παραδείγματι κέχρηται· ὡς γὰρ ἐν σώματι ὀφθαλμός, οὕτω νοῦς ἐν ψυχῇ. εἰ οὖν ὁ νοῦς, δι' οὗ ἥ τε ψυχὴ καὶ ὅλον τὸ ζῷον αὐγάζεται, τῷ πάθει τῆς φιλοχρηματίας ἐτυφλώθη, τί ἂν οὐ πάθοι, ἃ δι' ἐκείνου ἐνελάμπετο τὸν φωτισμόν; διὰ τοῦτο χρὴ παντὶ τρόπῳ τὸ νοερὸν τῆς ψυχῆς ἀπὸ φιλοχρηματίας φυλάττειν ἀπαθές, ἵνα μὴ τῷ ἐκεῖθεν πάθει πληρωθέντος αὐτοῦ ἐν σκότει βαθεῖ τὸν βίον ὦμεν δυστυχοῦντες καὶ ταλαιπωρούμενοι ἀθλίως τὸν ἡμῶν. Καρδίαν ἐνταῦθα ὁ σωτὴρ τὸν ἡγεμόνα νοῦν καλεῖ· οὕτω γὰρ καὶ ὁ ∆αβὶδ αὐτὸν ὠνόμασε λέγων· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός . κἀντεῦθεν οἱ φιλοχρήματοι τὸν νοῦν συνδεδεμένον ἔχοντες τοῖς χρήμασιν ἀλλοτριοῦσιν ἑαυτοὺς τοῦ θεοῦ. 25 Mt 6, 25 Τὸ μὴ μεριμνήσητε τῇ ψυχῇ, οὐκ ἐπειδὴ ἡ ψυχὴ τροφῆς δεῖται. διὰ τοῦτο οὐδὲ εἶπε τί φάγεται ἢ τί πίεται ἡ ψυχή, ἀλλὰ τί φάγητε καὶ τί πίητε ὑμεῖς, δηλονότι τὸ ἐκ ψυχῆς καὶ σώματος συγκείμενον ζῷον· εἰ γὰρ καὶ ἐκ τῆς ψυχῆς προΐασιν ὥσπερ ἀπό τινος πηγῆς αἱ ὀρεκτικαὶ δυνάμεις καὶ χωρὶς αὐτῆς οὐκ ἔνι τρέφεσθαι τὸ ζῷον, ἀλλ' οὖν οὐκ αὐτὴ τρέφεται, ἀλλ' ἐκεῖνο. διὸ καὶ ὁ κύριος ἡμῶν οὔτε αὐτῇ ἀπέδωκε τὸ τρέφεσθαι οὔτε παντελῶς αὐτὴν ἀπεξένωσεν, ἀλλ' ὡς μὲν τὰς ἀφορμὰς τοῦ ὀρέγεσθαι αὐτῆς παρεχομένης μὴ μεριμνήσητε, φησίν, τῇ ψυχῇ ὑμῶν, ὡς δὲ μὴ ταύτης, ἀλλὰ τοῦ συνθέτου ἐσθίοντός τε καὶ πίνοντος, ἐπήγαγε· τί φάγητε καὶ τί πίητε ὑμεῖς, ἀλλ' οὐχ ἡ ψυχὴ δηλονότι. εἰ δέ τις διὰ τοῦ εἰπεῖν τῇ ψυχῇ ὑμῶν τοῦτο δηλοῦσθαι βούλεται, ὅτι μὴ μόνον ἐπ' αὐτοῖς τοῖς ἔργοις καὶ πόνοις τὴν περὶ τῶν τοιούτων μέριμναν μὴ ἐπιδείκνυσθε, ἀλλὰ μηδ' ἐν τῇ ψυχῇ ταύτην φῦναι καὶ ἐνοχλεῖν ὑμᾶς εἰς ἔργον ἐλθεῖν συγχωρήσατε, οὐδὲ τοῦτο τῆς εὐαγγελικῆς παραινέσεως ἀλλότριον. Οὐκ εἶπε· τί φάγεται ἡ ψυχὴ ἢ τί πίεται· ψυχὴ γὰρ πᾶσα