ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστικὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύματι τῆς ὑμνῳδίας ἐκείνης· Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρεμοῦν, οἱ δὲ ἅγιοι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγγελίας ἐκείνης ἀπολαύοντες, ἣν διὰ τοῦ προφήτου ὁ Θεὸς Ἡσαΐου ἐπαγγέλλεται πάσῃ ψυχῇ εὐσεβείας γεμούσῃ καὶ πίστεως, ὅτι Κἂν διαβαίνῃς, φησὶ, διὰ πυρὸς, μετὰ σοῦ εἰμι, καὶ φλὸξ οὐ κατακαύσει σε. Καὶ ἦν ἰδεῖν τὴν ἐπαγγελίαν δι' ἔργων προχωροῦσαν. Οὐ γὰρ ἥψατο τῶν μελῶν τῶν ἁγίων τὸ πῦρ· οὐκ ἔφλεξεν ὀφθαλμοὺς, τοὺς ὀρθῶς βλέποντας πρὸς εὐσέβειαν, καὶ διὰ τῆς εὐκοσμίας τῶν ὁρωμένων τὸν κοσμοποιὸν ἐπιγνόντας· οὐκ ἠδίκησεν ἀκοὰς τὰς θείου νόμου πεπληρωμένας· οὐ προσῆλθε τῷ στόματι, οὐδὲ τῶν χειλέων ἥψατο, τὰς ὑμνῳδοὺς αὐτῶν καὶ ὑμνογράφους γλώσσας δυσωπούμενον. Ἕκαστον τῶν ἁγίων μέλος εἶχε τὸ ἑαυτοῦ φυλακτήριον· αἱ χεῖρες τὴν τῶν εὐχῶν ἔκστασιν, καὶ τὴν τῆς ἐλεημοσύνης μετάδοσιν· τὰ στήθη τὴν ἐνοικοῦσαν αὐτοῖς δύναμιν τῆς εὐσεβείας· κοιλία καὶ τὰ ὑπογάστρια μέλη τὴν τῆς σωφροσύνης ἄσκησιν· οἱ πόδες τὸν τῆς ἀρετῆς δρόμον. Καὶ τί δεῖ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν; Οὐδὲ γὰρ τριχῶν κατετόλμησε τὸ πῦρ, διὰ τὸ μᾶλλον αὐτὰς εὐσεβείᾳ κεκαλύφθαι τιάρας· ἐφείσατο δὲ ἄρα καὶ τῆς ἐσθῆτος διὰ τὴν τῶν ἁγίων εὐσχημοσύνην. Τί οὖν; Ἐπὶ τούτοις παρακελεύεται ὁ Θεὸς τῶν Χαλδαίων ἐπιλαβέσθαι τὸ πῦρ, καὶ ἵνα μὴ μαγείαν νομίσαντες ἀμαυροῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, ἀμβλύνωσι τὴν δόξαν τῶν μαρτύρων, καὶ συκοφαντήσωσι τὸ θαῦμα τῆς ἀληθείας, διὰ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς Χαλδαίους προσενέμετο, ἵνα ἀσφαλῶς πείσῃ τοὺς ὁρῶντας, ὅτι ἐπὶ τῶν ἁγίων οὐ τὴν ἑαυτοῦ φύσιν ἠγνόησεν, ἀλλὰ τὴν εὐσέβειαν ἐτίμησεν· ὥσπερ οἱ λέοντες ἐπὶ τοῦ λάκκου τὸν ∆ανιήλ. Οὕτως ἐντεῦθεν ἀγγελικὴν χορείαν ἀληθῶς συνεστήσαντο, καὶ τὸν Θεὸν ὕμνουν οἱ τρισμακάριοι παῖδες, καὶ πᾶσαν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον, 56.598 καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα χορὸν ὑμνῳδίας συνήγαγον. γʹ. Ἀναγκαῖον δὲ μηδ' ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. Ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Θεόν· ἀλλ' ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς Βαβυλωνίους, τίνα μέν εἰσι τὰ ποιήματα, τίς δὲ ὁ ποιητὴς τῶν ἁπάντων. Καὶ ἄρχονται μὲν ἀπὸ ἀγγέλων, καταλήγουσι δὲ εἰς ἀνθρώπους. Ἐνομίσθησαν ἄγγελοι θεοί· καὶ παρ' Ἕλλησι μυθεύεται, ὅτι Τούτους, φησὶν, οὓς προσκυνοῦμεν θεοὺς, ἄγγελοί εἰσι τοῦ μεγάλου Θεοῦ. Ἵνα γὰρ παιδευθῶσιν οἱ ἄφρονες, ὅτι οὐ τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων εἰσὶν οἱ ἄγγελοι, διὰ τοῦτο βοῶσιν· Εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον. Προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. ∆ιὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν. Εὐλογεῖτε, φησὶν, ἥλιος, καὶ σελήνη· εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον. Εἶτα μετὰ ταῦτα, Πᾶς ὄμβρος καὶ δρόσος τὸν Κύριον. Τί οὖν βούλεται τὸ, Πᾶς ὄμβρος καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα, καλὸν ἂν εἴη σκοπῆσαι. Γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευμάτων βίαι ἄκαιροι· φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑρέται, καὶ τῇ ματαιότητι χαίροντες, ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέσποτον, οὐδὲ ματαίως γεγενημένον, ἀλλ' ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ Θεὸς, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀσεβείας. Ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν ∆ημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσκύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. Εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. ∆ιὰ τοῦτο λέγουσι· Πᾶς ὄμβρος, καὶ δρόσος, καὶ πάντα τὰ πνεύματα τὸν Κύριον. Προσεκυνήθησαν καὶ ὄμβροι, καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· προσεκυνήθη δὲ ἡ