λέγει. Eph 5,14 Τὸ ἔγειρε, ὁ καθεύδων, καὶ τὰ ἑξῆς οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον. τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ προσευχῆς καὶ ψαλμῶν ὑποβάλλοντος τοῦ πνεύματος, καθὼς λέγει ἐν τῇ πρὸς Κορινθίους· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ; ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ; δῆλον οὖν ὅτι ἐν ἑνὶ τούτων τῶν πνευματικῶν ψαλμῶν ἤτοι προσευχῶν ἔκειτο τοῦτο ὃ ἐμνημόνευσεν. Eph 5,16 Ὁ ἐξαγοραζόμενος τὸν ἀλλότριον δοῦλον ἐξαγοράζεται καὶ κτᾶται αὐτόν. ἐπεὶ οὖν ὁ καιρὸς ὁ παρὼν δουλεύει τοῖς πονηροῖς, ἐξαγοράσασθε αὐτόν, ὥστε καταχρήσασθαι αὐτῷ πρὸς εὐσέβειαν. Eph 5,29 Ἐπειδὴ προσήχθη ὁ ἀμνός, καὶ τὸ σῶμα αὐτοῦ ἐσθίομεν. φιλεῖ δὲ ἀναδίδοσθαι ἡ τροφὴ εἰς τὸ σῶμα τοῦ ἐσθίοντος-δηλονότι πνευ312 ματικῶς τὸ σῶμα αὐτοῦ ἐσθίομεν-. ἀναδίδοται ἡμῶν εἰς τὸ σῶμα καὶ οὕτως σὰρξ ἐκ τῆς σαρκός, καὶ ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ. Eph 5,32-33 Οὐ τὸ μυστήριον, ἀλλ' ὁ θεός. τί οὖν ἐστιν ὃ λέγει; ὅτι αὕτη ἡ πλάσις τοῦ Ἀδὰμ καὶ τῆς Εὔας τῆς ἐξ αὐτοῦ καὶ ἡ συνάφεια τύπος γέγονε τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας· δι' ὅπερ φησίν· ὀστοῦν ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, ὡς ἐκ τοῦ Ἀδὰμ ἦν ἡ Εὔα. τὸ οὖν ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, τὸ τοῦ γάμου μυστήριον λέγει, ἀντὶ τοῦ τύπος ἐστὶν τὰ κατὰ τὸν γαμικὸν νόμον καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας. διὰ τοῦτο ἐπήγαγεν· πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἵνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπᾷ ὡς ἑαυτόν. διὰ τί εἶπεν· οἱ καθ' ἕνα; ἐπειδὴ τὰ κατὰ τὸν Ἀδὰμ ἦν τύπος τῆς ἐκκλησίας καὶ τοῦ Χριστοῦ. διὰ τοῦτο εἶπεν· καὶ ὑμεῖς οἱ καθ' ἕκαστον ἀγαπᾶτε. τὸ μὲν γὰρ μυστήριον οὗ ἦν τύπος ὁ γάμος, γεγένηται καὶ ἀληθές ἐστιν, δεῖ δὲ καὶ τὸν τύπον αὐτὸν πληροῦσθαι, καὶ ἕκαστον ἀγαπᾶν τὴν ἑαυτοῦ γυναῖκα. Eph 6,17 Εἰ ἡ μάχαιρα ῥῆμα θεοῦ, πνεύματος δὲ ἡ μάχαιρα, θεὸς ἄρα τὸ πνεῦμα οὗ ἡ μάχαιρα. εἴ τε ῥῆμα θεοῦ τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, δηλονότι ὡς λόγος ὁ υἱὸς τοῦ θεοῦ, οὕτως καὶ ῥῆμα τοῦ θεοῦ τὸ πνεῦμα. μάχαιραν δὲ τοῦ πνεύματος εἶπε τὴν τιμωρητικὴν ἐνέργειαν τοῦ πνεύματος. Eph 6,18 Προσευχόμενοι πνεύματι οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ἐπειδὴ καθὸ δεῖ προσεύξασθαι οὐκ οἴδαμεν, φησὶν ἀλλαχοῦ· αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα αὗται αἱ αἰτήσεις ἡμῶν μηδὲν ἔχωσι σαρκικόν. πνευματικὰς δὲ αἰτήσεις ἔχομεν τῇ δυνάμει τοῦ πνεύματος βοηθουμένας. 313 Eph 6,24 Τῆς φθορᾶς τις, φησίν, ἀπαλλαττόμενος τῆς ἀπὸ τοῦ διαβόλου, ἐν ἀφθαρσίᾳ δέχεται τὴν χάριν τοῦ πνεύματος.