1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

4

Ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν· ἀλλὰ τοῖς μὲν ἐν τῇ Ἰουδαίᾳ οἷόν τινας παιδονόμους ἐδεδώκει, τόν τε Οὐρίαν τὸν Σαμαίου, καὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα· τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορυαλώτοις ἀπαχθεῖσιν εἰς Βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ συναπέστειλεν, Ἐζεκιὴλ, καὶ Ἀνανίαν,καὶ Ἀζαρίαν, καὶ Μισαήλ· ἵν' ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ' ἔχω σιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας ἀναμιμνήσκοντα. Τοσαύτην ὁ τῶν ὅλων Θεὸς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐνοϊκῶς αὐτῷ δουλεύοντας, καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφε λείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κινδύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον. Οὕτω γὰρ καὶ διὰ Ὠσηὲ τοῦ προφήτου φησὶν, ὅτι "Ἀπέκτεινα δι' ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου." Οὕτω τὴν τῆς οἰκουμέ νης πραγματευόμενος σωτηρίαν, τοὺς ἁγίους συν εχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη. Ταύτην τῶν Ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον ∆ανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν Βαβυλῶνα καταλαβεῖν, ὃς ὡς νέος ὢν 81.1268 καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδό θεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολ λὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥη σίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνῳ γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας, εἰς τοὺς ὑπ ηκόους παρέπεμψε, νόμον τεθεικὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον προσκυνεῖν Θεόν. Ὅτε μὲν οὖν εἰς τὴν Βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης, καὶ τίνος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς Βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον θησόμεθα. Τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν σαφηνείας ἀρξώμεθα.

ΤΟΜΟΣ Αʹ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. "Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ, βασιλέως Ἰούδα,

ἦλθε Ναβουχοδονόσορ, βασιλεὺς Βαβυλῶνος, εἰς Ἱερουσαλὴμ, καὶ ἐπολιόρκει αὐτήν." Ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων, καὶ τοῦ τηνι κάδε βασιλέως ἐμνημόνευσε, καὶ τὸν χρόνον ἡμᾶς ἐδίδαξεν, ἵνα ἔχωμεν εἰδέναι σαφῶς τὸν τῆς πρώτης αἰχμαλωσίας καιρόν. Ἐν γὰρ τῷ τρίτῳ ἔτει τῆς βα σιλείας Ἰωακεὶμ, τοῦ καὶ Ἐλιακεὶμ, ὃς ἐβασίλευσε μετὰ τὸν Ἰωάχαζ, πατὴρ δὲ ἐγένετο τοῦ Ἰωάχαζ, ὃς καὶ Ἰωακεὶμ καὶ Ἰεχονίας ὠνομάζετο, ἡ πρώτη ἅλωσις τῶν Ἱεροσολύμων ἐγένετο. Καὶ αὐτὸ δὲ τοῦ το, τῶν τότε βασιλέων μεμνῆσθαι, καὶ τῶν χρόνων, τὸν προφητικὸν ὑποδείκνυσι χαρακτῆρα. Οὕτω γὰρ καὶ τοὺς ἄλλους προφήτας ἔστι ποιοῦντας εὑρεῖν. "Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας, υἱὸς Ἀμὼς,ἐν ἡμέραις Ὠζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας." Καί· "Ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα, ἔτουςτρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ." Καὶ Ἐζε 81.1269 κιὴλ δὲ, καὶ τῶν ἄλλων προφητῶν ἕκαστος, ὡς τὰ πολλὰ τούτῳ τῷ προοιμίῳ τῆς προφητείας κέχρηται. Ἀπόχρη τοιγαροῦν καὶ τοῦτο τὴν Ἰουδαίων ἐλέγξαι παρανομίαν, καὶ διδάξαι προφήτην τὸν τῷ ὄντι προφήτην. βʹ. "Καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωα κεὶμ, βασιλέα Ἰούδα, καὶ