1

 2

 3

 4

4

καὶ οἱ νέοι ἔμπαλιν τὰς νεάνιδας. Καὶ ὑμεῖς δὲ τρισευτυχεῖς γεγήθατε νύμφαι καὶ τῇ σεμνότητι ∆ουκαίνῃ 353 καὶ καλῇ τῶν καλῶν νυμφίων ἀδελφῇ συγγεγήθατε, ἧς καὶ τἄλλα πάντα ζηλοῦτε, τῆς ἀώρου δίχα χηρείας.

Ἐπὶ τούτοις ἀγαλλιῶ τὸ σύμπαν ὑπήκοον ἢ τὸ ἀληθέστερόν γε ἀγαλλιώμεθα· δούλων γὰρ ἀγνωμόνων μὴ συγχαίρειν χαίρουσι τοῖς δεσπόταις, μηδὲ σφῶν ἑαυτῶν τὸ ἐκείνων γῆθος ποιεῖν, ὥσπερ δὴ καὶ τὸ ἐναντίον· ἀλλ' ἀποτρέποις ἀφ' ἡμῶν τὰ κακόφημα, Χριστὲ βασιλεῦ. Εἴ τις αἴσθησις, καὶ σὺ τῆς χαρᾶς κοινώνει, θάλαμε καὶ παστάς. Μηδεὶς ἐνταῦθα σκυθρωπός, μηδεὶς κατηφής, πάντα μειδιάτω, πάντα χαιρέτω, πάντα συνεπαγαλλέσθω τοῖς τελουμένοις. Νικῶ σου, μῦθε, τοὺς γάμους, κἂν δῶμεν ἀληθεύειν τὰ μυθούμενα· σὺ μὲν γὰρ Πηλεῖ συνάπτεις θυγατέρα Θέτιν ἁλίοιο γέροντος, ἐγὼ δὲ παισὶ βασιλέων ἐπιδοξοτάτων ἀρχηγῶν θυγατέρας· καὶ σὺ μὲν ἐν ἄντρῳ πετρήεντι, ἐγὼ δ' ἐν αὐτοῖς ἀνακτόροις νυμφοστολῶ· καὶ σὺ μὲν Ἀφροδίτην συμποσιάζεις καὶ Ἥραν καὶ Ἀθηνᾶν, ἐγὼ δὲ ὅλας δεσποίνας, Ἥρας μὲν βασιλικωτέρας, σωφρονεστέρας δὲ Ἀθηνᾶς καὶ Ἀφροδίτης ὡραιοτέρας· καὶ σὺ μὲν τὴν Ἔριν εἰσάγεις δῆθεν αὐτόκλητον καὶ τὸ μῆλον ἐν μέσῳ ῥίπτεις, μῆλον ἐκεῖνο τῆς ὅλης Ἰλιάδος τὴν ἀφορμήν, καὶ ταράττεις τὸν πότον καὶ ἀνακυμβαλιάζεις τοὺς δίφρους, τοῦτο δὴ τὸ λεγόμενον, καὶ κατ' ἀλλήλων ὁπλίζεις τοὺς δαιτυμόνας, ἐγὼ δὲ καὶ τὴν Ἔριν εἰς τὸ δεῖπνον παραλαμβάνω καὶ τῆς ἑορτῆς οὐ καθυβρίζω τὸ πρόσωπον, Ἔριν ταύτην οὐ τὴν μωμητὴν οὐδὲ τὴν κακόχαρτον, ἀλλ' ἥν κεν ἐπαινήσειε νοήσας· οὕτω σεμνότερα πολλῷ τῶν μύθων τὰ καθ' ἡμᾶς, κἂν μὴ μῦθος ἦν, καὶ ἐπιδοξότερα. Τίς οὖν φθονερὸς οὕτω καὶ ἀνέραστος τοῦ καλοῦ ὡς μὴ χαίρειν μὲν ἐπὶ τοῖς παροῦσιν, ἐπεύχεσθαι δὲ τοῖς τελετάρχαις τὰ λῴονα ὡς ἔγωγε; Καὶ ἅλλομαι μικροῦ ἐπὶ τῷ πράγματι καὶ σκιρτῶ καὶ τὸν τοῦ Ἰεσσαὶ 355 προφήτην τοῦτο τὸ μέρος ἀπομιμοῦμαι, οὗ καὶ τοῦτο ἐπικαίρως ἐπί σοι δανείζομαι τὸ ψαλμῴδημα, θεσπεσία πορφυρογέννητε, τὸ μὲν ἔχων ἤδη, τὸ δ' ἐπευχόμενος· μητέρα μὲν γὰρ ἐπὶ τέκνοις εὐφραινομένην ὁρῶ σε, προσθείην δὲ καὶ πατέρα συνευφραινόμενον τὸν ἐμὸν δεσπότην καὶ καίσαρα· ἰδεῖν δὲ υἱοὺς τῶν υἱῶν κἀκείνων αὖθις υἱοὺς μέχρι τρίτης καὶ τετάρτης εὔχομαι γενεᾶς. Ὑμῖν δέ, ὦ καλοὶ νυμφίοι, τί ἄν τις εὔξαιτο λώϊον ἢ ζῆσαι μὲν εὐτυχῶς, τοιούτων δὲ πατράσι τέκνων ὀνομασθῆναι ὁποίων οἱ τεκόντες ὑμᾶς ὠνομάσθησαν, τὸ μέντοι πατρικὸν εὐτυχήσασιν ὄνομα, μὴ καὶ τὴν τῶν υἱῶν ἀπολέσαι προσηγορίαν, ἀλλ' ἀεὶ καὶ πατράσι καλεῖσθαι καὶ υἱοῖς ὀνομάζεσθαι ἔργα τε ὑπολιπέσθαι τῷ βίῳ τῆς προγονικῆς ἀρετῆς ἄξια καὶ ἐς βαθεῖαν ἐλάσαι καὶ λιπαρὰν πολιάν; Χαίρετε.