4
ὑβρισμάτων. τίς ἂν προφήτης εὑρεθεὶς πρὸ τῆς μάχης τοῖς ταφρορύκταις εἶπεν ἂν τῶν βαρβάρων ὡς τύμβον ἐξώρυττον, οὐ τάφρον, τέκνοις; Ἄνικμε Κρήτη, μὴ στένῃς ἀνομβρίαν, τὰ τέκνα λαμβάνουσα τῇ μάχῃ νέφη, ἐν οἷς ἐπελθὸν ὡς πνοὴ Ῥώμης δόρυ καὶ πνεῦσαν, ὥσπερ συστροφή τις, τοὺς φόνους ὄμβρους ἀφῆκεν αἱμάτων πολυρρύτων. ∆ημόσθενες, Φίλιππος οὐκ ἔχει κράτος, Πλούταρχε, Καῖσαρ οὐκ ἔχει παρρησίαν, ∆ίων, ὁ Σύλλας εἰς μάτην δημοκράτωρ. ἄφες, Ξενοφῶν, τοὺς ἀνικήτους γράφειν, τὸν Ῥωμανὸν θαύμαζε καὶ μόνον γράφε. Κύζικε, συνθρήνησον, ἡ κεκαυμένῃ Κρήτῃ παθοῦσα συμφορὰς ἰσοκράτους· σοὶ γὰρ παλαιὸς τοὺς φόνους Μιθριδάτης, νέος δὲ ταύτῃ Ῥωμανὸς πλέκει φόνους. Ἀλλ' ὦ στρατηγὲ γῆς ὅληςκαὶ γὰρ πρέπει τὸ μέλλον εἰπεῖν, μὴ φθόνει τὸν οἰκέτην κροτοῦντα τὰς σὰς νικοσυνθέτους μάχας, τράνου δὲ γλῶτταν, δὸς λόγου παρρησίαν· πλήττει γὰρ ἡμᾶς κέντρα τῆς ἀτολμίας. Θεοδοσίου μὴ παραβλέψῃς πόνους τοῦ στέμματός σου συγγραφέντας εἰς κλέος, ὡς ἂν βαδίζῃ χεὶρ γράφειν ἠπειγμένη πρὸς δευτέραν σου τοῦ στρατοῦ πανοπλίαν.
Βʹ Οὕτως ἐχόντων Κρητικῶν παλαισμάτων, Ῥώμης τὸ κάλλος, Ῥωμανὲ
σκηπτοκράτορ, οἱ μὲν κακῶς ἔπασχον ἐν ξένοις τόποις, εἰς καῦμα καὶ μάχαιραν ἀνθωπλισμένοι τὰς γὰρ φλογώδεις λαμπάδας βελῶν δίκην ἔπεμπε τοῖς σοῖς οἰκέταις ὁ φωσφόρος, αὐτὸς δὲ καῦμα καὶ ξίφος τὰς φροντίδας εἶχες δι' αὐτοὺς ἔνδον ἐν τῇ καρδίᾳ.ὡς οὖν τὸ πῦρ σε τῆς ἀγρυπνίας φλέγον ὠχρὰν ἐποίει τὴν ἔναστρόν σου θέαν, οὐκ εἶχον εἰπεῖν οἱ βλέποντες αἰτίαν πῶς σου τὸ φαιδρὸν εἰς στυγνὸν μετετράπη, ἕως στενάξας ἐμπόνως ἐξ ἐγκάτων φλογμοὺς ἀφῆκας τῶν κάτω πυρσευμάτων, λέγων τὸ πρᾶγμα πᾶσι τοῖς ὑπηκόοις· ἔπληττε γάρ σε πατρικῶν στρατευμάτων πληθὺς σφαλεῖσα τοῖς ὁμοστόλοις πόνοις, ἀλλ' οὐ παρῆν σοι ψυχαγωγῶν οἰκέτης· πᾶσιν γὰρ ἦν ἄγνοια τῶν πεπραγμένων. θεὸς δὲ τὴν σὴν θλῖψιν εἰς εὐθυμίαν θᾶττον μετεσκεύασεν, ὃς παραυτίκα τὸν ἄγγελόν σοι δεικνύει νικηφόρον ἐκ τοῦ μάχαιραν δουλικῶς ἐζωσμένου. ἐπεὶ δὲ τὸν νοῦν τῶν γεγραμμένων ἔγνως ἐπιστολὴν γὰρ εἶχεν ἐσφραγισμένην, οὐ τὴν λύραν ἔκρουσας, ὡς ∆αβὶδ πάλαι, ἢ γλῶτταν ἐτράνωσας ἀντὶ τῆς λύρας· εὐθὺς δὲ τὴν φάλαγγα τῶν μονοτρόπων φάλαγξ γὰρ αὕτη καὶ ξίφους χωρὶς τρέπει, κλίνει τὰ νῶτα καὶ καταστρέφει πόλεις, ταύτην κατ' ἐχθρῶν μυστικῶς ἐπεκρότεις καὶ παννύχους δέδωκας εὐχαριστίας, τῇ συστρατήγου προσδραμὼν κατοικίᾳ. Τοιαῦτα μὲν σὺ συμπονῶν τοῖς οἰκέταις· ἐπεὶ δὲ ποινῆς ἐξεπληρώθη στόμα ποινὴ γὰρ ἐχθροῖς τῆς σφαγῆς ἡ πικρία, τὴν τάφρον εἰδὼς ὁ στρατηγὸς τῆς μάχης κρημνοὺς ἔχουσαν καὶ φαραγγώδεις τόπους, βαλεῖν πέτρας ἔταξε καὶ γῆν καὶ ξύλον, ὁδοιπορῆσαι τὰς χελώνας εὐκόλως. ἐκεῖ τὸ πλῆθος εἶχε τῶν προσταγμάτων ἔργον τὸ λεχθέν, ἀλλὰ τῶν ἐναντίων νέφη παρεῖχον αἱ βολαὶ τεταγμέναι. Ἀὴρ λάλησον, μαρτύρει, μὴ διστάσῃς τοῦ σοῦ χιτῶνος τὴν ὑφανθεῖσαν κρόκην, ἐν ᾗ στολισθεὶς ἀντανέκλασας βλάβην, ἐκ τῶν ἀδήλων συμφορῶν ὑφασμένην, δι' ἧς ἔπιπτον τῶν ἐπάλξεων κάτω οἱ τὴν ὀφρῦν ἔχοντες ἅρπαγες κύνες.
Ἐπεὶ δὲ λοιπὸν ἡμερῶν ὀκτὼ μέχρι ὁ τῆς χαράδρας ὄμβρος οὐκ ἀνεστάλη, ἀλλ' εἶχε καιρὸν ἡ φαρέτρα καὶ βέλος, κριοὺς ἀφῆκε καὶ χελωνίους τέχνας καὶ πετροπόμπους σφενδόνας καὶ συνθέσεις δεινὰς κατ' αὐτῶν κλιμάκων εὐσυνδέτων. ὡς οὖν ἐκείνων τὰς νέας τιμωρίας οἱ καστρανοῖκται μὴ φέροντες ἠπόρουν, τάττει τὸν ὄχλον καὶ πάλιν ποινὰς πλέκει ὁ σοὶ ποθητὸς οἰκέτης Νικηφόρος· τῶν γὰρ πεσόντων δυσμενῶν ταῖς σφενδόναις ἔταξε πέμπειν τὰς κάρας βελῶν δίκην, ὡς ἂν τὸ λεπτόνημον αἰθέρος πλάτος χαρῇ μολυνθὲν συμφορᾷ τῶν βαρβάρων καὶ γνῷ τὸ πλῆθος τῆς ἁμαρτίας, ὅτι καὶ τῶν μελῶν ἔχουσιν εἰς ποινὴν θέσιν. ἔρριπτον ἔνδον