ΚΛΗΜΕΝΤΟΣ ΛΟΓΟΣ ΤΙΣ Ο ΣΩΙΖΟΜΕΝΟΣ ΠΛΟΥΣΙΟΣ

 1.1 Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφο ροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ

 2.1 Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώ 2.2 πων, ἀλλὰ ποικίλον.

 3.1 Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ··············· καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς

 4.1 ∆οίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον α

 5.1 Ταῦτα μὲν ἐν τῷ κατὰ Μᾶρκον εὐαγγελίῳ γέγραπται· καὶ ἐν τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς ἀνωμολογημένοις ὀλίγον μὲν ἴσως ἑκασταχοῦ τῶν ῥημάτων ἐναλλάσσει

 6.1 Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας, ὁ διδάσκαλος περὶ κεφαλαίου οὐ

 7.1 Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτ

 8.1 Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέ

 9.1 Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ ε

 10.1 Εἰ θέλεις τέλειος γενέσθαι. οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ εἰ θέλεις τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης

 11.1 Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, 11.2 τῶν προπεπονημέ

 12.1 Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωο ποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν; εἰ δὲ ἐξαίρετόν τι ἡ καινὴ κτίσις, ὁ υἱὸς τοῦ θε

 13.1 Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν καὶ οἷς καθῆκεν ἐπικουρεῖν; τίς γὰρ ἂν κοινωνία καταλε

 14.1 Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα· κτήματα γάρ ἐστι κτητὰ ὄντα καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς χρῆ σιν ἀνθρώπων ὑπὸ τοῦ θε

 15.1 Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ' ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς,

 16.1 δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχ

 17.1 ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖ

 18.1 Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λ

 19.1 Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος· ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκ

 20.1 Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα κα

 21.1 Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ' αὑτὸν μὲν ἀσκῶν καὶ δ

 22.1 Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγ 22.2 γελίου, ἀπολήψε

 23.1 Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθ

 24.1 ∆ύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ' ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ' αὐτῶ

 25.1 Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς 25.2 ἔχειν μετὰ διωγμῶν

 26.1 Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι. τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτη

 27.1 οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι' ὃ λέλεκται τῆς παρα βολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας

 28.1 ∆ευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· οὐκοῦν τὸν θεὸν ὑπὲρ 28.2 σεαυτόν. πυνθα

 29.1 Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ' αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ 29.2 θεῷ, ὅπου δὲ τὰ

 30.1 Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν, δεύτερος δὲ ὁ τοὺς ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτ

 31.1 Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. μὴ καταφρονήσητε λέγων ἑνὸς

 32.1 ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διο

 33.1 Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· δώσω γὰρ οὐ μόνον τοῖς 33.2 φίλοις, ἀλλὰ

 34.1 Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σ

 35.1 Ἐνεργοὶ οὗτοι πάντες οἱ στρατιῶται καὶ φύλακες βέβαιοι, οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὃ δὲ παραμυθήσασθα

 36.1 Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐ

 37.1 Τί γὰρ ἔτι δεῖ; θεῶ τὰ τῆς ἀγάπης μυστήρια, καὶ τότε ἐποπτεύ σεις τὸν κόλπον τοῦ πατρός, ὃν ὁ μονογενὴς θεὸς μόνος ἐξηγήσατο. 37.2 ἔστι δὲ καὶ αὐ

 38.1 Σὺ δὲ μάθε τὴν καθ' ὑπερβολὴν ὁδόν, ἣν δείκνυσι Παῦλος ἐπὶ σωτηρίαν· ἡ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ, ἀλλ' ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται· περὶ τοῦτον

 39.1 ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν

 40.1 Τῶν μὲν οὖν προγεγενημένων θεὸς δίδωσιν ἄφεσιν, τῶν δὲ ἐπιόν των αὐτὸς ἕκαστος ἑαυτῷ. καὶ τοῦτ' ἔστι μεταγνῶναι τὸ καταγνῶ ναι τῶν παρῳχημένων κα

 41.1 ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβο

 42.1 Ἵνα δὲ ἐπιθαρρήσῃς, οὕτω μετανοήσας ἀληθῶς, ὅτι σοὶ μένει σωτηρίας ἐλπὶς ἀξιόχρεως, ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον περὶ Ἰωάννου τοῦ ἀποσ

III. Those then who are actuated by a love of the truth and love of their brethren, and neither are rudely insolent towards such rich as are called, nor, on the other hand, cringe to them for their own avaricious ends, must first by the word relieve them of their groundless despair, and show with the requisite explanation of the oracles of the Lord that the inheritance of the kingdom of heaven is not quite cut off from them if they obey the commandments; then admonish them that they entertain a causeless fear, and that the Lord gladly receives them, provided they are willing; and then, in addition, exhibit and teach how and by what deeds and dispositions they shall win the objects of hope, inasmuch as it is neither out of their reach, nor, on the other hand, attained without effort; but, as is the case with athletes—to compare things small and perishing with things great and immortal—let the man who is endowed with worldly wealth reckon that this depends on himself. For among those, one man, because he despaired of being able to conquer and gain crowns, did not give in his name for the contest; while another, whose mind was inspired with this hope, and yet did not submit to the appropriate labours, and diet, and exercises, remained uncrowned, and was balked in his expectations. So also let not the man that has been invested with worldly wealth proclaim himself excluded at the outset from the Saviour’s lists, provided he is a believer and one who contemplates the greatness of God’s philanthropy; nor let him, on the other hand, expect to grasp the crowns of immortality without struggle and effort, continuing untrained, and without contest. But let him go and put himself under the Word as his trainer, and Christ the President of the contest; and for his prescribed food and drink let him have the New Testament of the Lord; and for exercises, the commandments; and for elegance and ornament, the fair dispositions, love, faith, hope, knowledge of the truth, gentleness, meekness, pity, gravity: so that, when by the last trumpet the signal shall be given for the race and departure hence, as from the stadium of life, he may with a good conscience present himself victorious before the Judge who confers the rewards, confessedly worthy of the Fatherland on high, to which he returns with crowns and the acclamations of angels.

3.1 Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ··············· καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου διότι οὐκ ἀποκέκο πται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν 3.2 ὑπακούσωσι ταῖς ἐντολαῖς· εἶθ' ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς ὁ σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν, ὅπως ἂν καὶ δι' οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτ' ἀμηχάνου καθεστώσης 3.3 αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ περιγινομένης. ἀλλ' ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφ' ἑαυτοῦ ὁ κατὰ κόσμον πλουτῶν 3.4 λογιζέσθω. καὶ γὰρ ἐκείνων ὁ μὲν ὅτι δυνήσεται νικᾶν καὶ στεφά νων τυγχάνειν ἀπελπίσας οὐδ' ὅλως ἐπὶ τὴν ἄθλησιν ἀπεγράψατο, ὁ δὲ ταύτην μὲν ἐμβαλόμενος τῇ γνώμῃ τὴν ἐλπίδα, πόνους δὲ καὶ γυμνάσια καὶ τροφὰς μὴ προσιέμενος προσφόρους, ἀστεφάνωτος 3.5 διεγένετο καὶ διήμαρτε τῶν ἐλπίδων. οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνο ρῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας 3.6 ἐλπιζέτω μεταλαβεῖν· ἀλλ' αὑτὸν ὑποβαλέτω φέρων γυμναστῇ μὲν τῷ λόγῳ, ἀγωνοθέτῃ δὲ τῷ Χριστῷ· τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον ἡ καινὴ διαθήκη τοῦ κυρίου, γυμνάσια δὲ αἱ ἐντολαί, εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις. ἐλπίς, γνῶσις ἀληθείας, ··········, πραότης, εὐσπλαγχνία, σεμ νότης, ἵν', ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.