ΚΛΗΜΕΝΤΟΣ ΛΟΓΟΣ ΤΙΣ Ο ΣΩΙΖΟΜΕΝΟΣ ΠΛΟΥΣΙΟΣ

 1.1 Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους τοῖς πλουσίοις δωροφο ροῦντες οὐ μόνον κόλακες καὶ ἀνελεύθεροι δικαίως ἂν ἔμοιγε κρίνεσθαι δοκοῖεν, ὡς ἐπὶ πολλῷ

 2.1 Κινδυνεύει δὲ οὐχ ἁπλοῦν τι εἶναι τὸ αἴτιον τοῦ τὴν σωτηρίαν χαλεπωτέραν τοῖς πλουτοῦσι δοκεῖν ἢ τοῖς ἀχρημάτοις τῶν ἀνθρώ 2.2 πων, ἀλλὰ ποικίλον.

 3.1 Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ··············· καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς

 4.1 ∆οίη τοίνυν ἡμῖν ὁ σωτὴρ ἐντεῦθεν ἀρξαμένοις τοῦ λόγου τἀληθῆ καὶ τὰ πρέποντα καὶ τὰ σωτήρια συμβαλέσθαι τοῖς ἀδελφοῖς πρός τε τὴν ἐλπίδα πρῶτον α

 5.1 Ταῦτα μὲν ἐν τῷ κατὰ Μᾶρκον εὐαγγελίῳ γέγραπται· καὶ ἐν τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς ἀνωμολογημένοις ὀλίγον μὲν ἴσως ἑκασταχοῦ τῶν ῥημάτων ἐναλλάσσει

 6.1 Ἠρώτηται μὲν γὰρ ἡδέως ὁ κύριος ἡμῶν καὶ σωτὴρ ἐρώτημα καταλληλότατον αὐτῷ, ἡ ζωὴ περὶ ζωῆς, ὁ σωτὴρ περὶ σωτηρίας, ὁ διδάσκαλος περὶ κεφαλαίου οὐ

 7.1 Οὐκοῦν τὸ μέγιστον καὶ κορυφαιότατον τῶν πρὸς τὴν ζωὴν μαθημάτων ἀπὸ τῆς ἀρχῆς εὐθὺς ἐγκαταθέσθαι τῇ ψυχῇ δεῖ, γνῶναι τὸν θεὸν τὸν αἰώνιον καὶ δοτ

 8.1 Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέ

 9.1 Ὁ γοῦν Ἰησοῦς οὐκ ἐλέγχει μὲν αὐτὸν ὡς πάντα τὰ ἐκ νόμου μὴ πεπληρωκότα, ἀλλὰ καὶ ἀγαπᾷ καὶ ὑπερασπάζεται τῆς ἐν οἷς ἔμαθεν εὐπειθείας, ἀτελῆ δὲ ε

 10.1 Εἰ θέλεις τέλειος γενέσθαι. οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ εἰ θέλεις τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης

 11.1 Τί τοίνυν ἦν τὸ προτρεψάμενον αὐτὸν εἰς φυγὴν καὶ ποιῆσαν ἀπαυτομολῆσαι τοῦ διδασκάλου, τῆς ἱκετείας, τῆς ἐλπίδος, τῆς ζωῆς, 11.2 τῶν προπεπονημέ

 12.1 Τί οὖν ὡς καινὸν καὶ ἴδιον θεοῦ παραγγέλλει καὶ μόνον ζωο ποιοῦν, ὃ τοὺς προτέρους οὐκ ἔσωσεν; εἰ δὲ ἐξαίρετόν τι ἡ καινὴ κτίσις, ὁ υἱὸς τοῦ θε

 13.1 Καὶ πόσῳ χρησιμώτερον τὸ ἐναντίον, ἱκανὰ κεκτημένον αὐτόν τε περὶ τὴν κτῆσιν μὴ κακοπαθεῖν καὶ οἷς καθῆκεν ἐπικουρεῖν; τίς γὰρ ἂν κοινωνία καταλε

 14.1 Οὐκ ἄρα ἀπορριπτέον τὰ καὶ τοὺς πέλας ὠφελοῦντα χρήματα· κτήματα γάρ ἐστι κτητὰ ὄντα καὶ χρήματα χρήσιμα ὄντα καὶ εἰς χρῆ σιν ἀνθρώπων ὑπὸ τοῦ θε

 15.1 Ἐγὼ γοῦν κἀκεῖνο φήσαιμ' ἄν· ἐπειδὴ τὰ μὲν ἐντός ἐστι τῆς ψυχῆς, τὰ δὲ ἐκτός, κἂν μὲν ἡ ψυχὴ χρῆται καλῶς, καλὰ καὶ ταῦτα δοκεῖ, ἐὰν δὲ πονηρῶς,

 16.1 δὲ ἦν τὰ τῆς ψυχῆς ἀρρωστήματα καὶ πάθη. ὁ τούτων πλοῦτος παρὼν μὲν ἅπασι θανατηφόρος, ἀπολόμενος δὲ σωτήριος· οὗ δεῖ καθαρεύουσαν, τουτέστι πτωχ

 17.1 ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖ

 18.1 Ὥστε τοὺς πλουσίους μαθηματικῶς ἀκουστέον, τοὺς δυσκόλως εἰσελευσομένους εἰς τὴν βασιλείαν, μὴ σκαιῶς μηδὲ ἀγροίκως μηδὲ σαρκίνως· οὐ γὰρ οὕτως λ

 19.1 Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος· ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκ

 20.1 Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα κα

 21.1 Ὁ δὲ κύριος ἀποκρίνεται διότι τὸ ἐν ἀνθρώποις ἀδύνατον δυνατὸν θεῷ. πάλιν καὶ τοῦτο μεγάλης σοφίας μεστόν ἐστιν. ὅτι καθ' αὑτὸν μὲν ἀσκῶν καὶ δ

 22.1 Ἀποκριθεὶς δὲ Ἰησοῦς· ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγ 22.2 γελίου, ἀπολήψε

 23.1 Νόμισον εἶναι τὸ πρᾶγμα διαδικασίαν. ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθ

 24.1 ∆ύνασαι καὶ τῶν χρημάτων ἐπίπροσθεν εἶναι; φράσον καὶ οὐκ ἀπάγει σε Χριστὸς τῆς κτήσεως, ὁ κύριος οὐ φθονεῖ. ἀλλ' ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ' αὐτῶ

 25.1 Ταύτης δὲ ὁμοίως ἔχεται τῆς γνώμης καὶ τὸ ἑπόμενον. νῦν δὲ ἐν τῷ καιρῷ τούτῳ ἀγροὺς καὶ χρήματα καὶ οἰκίας καὶ ἀδελφοὺς 25.2 ἔχειν μετὰ διωγμῶν

 26.1 Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι. τοῦτο πολύχουν μέν ἐστι κατὰ τὴν ὑπόνοιαν καὶ τὸν σαφηνισμόν, οὐ μὴν ἔν γε τῷ παρόντι τὴν ζήτη

 27.1 οὐ μὴν ἀλλὰ τό γε φαινόμενον πρῶτον καὶ δι' ὃ λέλεκται τῆς παρα βολῆς παρεχέσθω. διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας

 28.1 ∆ευτέραν δὲ τάξει καὶ οὐδέν τι μικροτέραν ταύτης εἶναι λέγει τό· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· οὐκοῦν τὸν θεὸν ὑπὲρ 28.2 σεαυτόν. πυνθα

 29.1 Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ' αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ 29.2 θεῷ, ὅπου δὲ τὰ

 30.1 Πρῶτος μὲν οὖν οὗτός ἐστιν ὁ Χριστὸν ἀγαπῶν, δεύτερος δὲ ὁ τοὺς ἐκείνῳ πεπιστευκότας τιμῶν καὶ περιέπων. ὃ γὰρ ἄν τις εἰς μαθητὴν ἐργάσηται, τοῦτ

 31.1 Τούτους καὶ τέκνα καὶ παιδία καὶ νήπια καὶ φίλους ὀνομάζει καὶ μικροὺς ἐνθάδε ὡς πρὸς τὸ μέλλον ἄνω μέγεθος αὐτῶν. μὴ καταφρονήσητε λέγων ἑνὸς

 32.1 ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διο

 33.1 Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· δώσω γὰρ οὐ μόνον τοῖς 33.2 φίλοις, ἀλλὰ

 34.1 Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σ

 35.1 Ἐνεργοὶ οὗτοι πάντες οἱ στρατιῶται καὶ φύλακες βέβαιοι, οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὃ δὲ παραμυθήσασθα

 36.1 Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐ

 37.1 Τί γὰρ ἔτι δεῖ; θεῶ τὰ τῆς ἀγάπης μυστήρια, καὶ τότε ἐποπτεύ σεις τὸν κόλπον τοῦ πατρός, ὃν ὁ μονογενὴς θεὸς μόνος ἐξηγήσατο. 37.2 ἔστι δὲ καὶ αὐ

 38.1 Σὺ δὲ μάθε τὴν καθ' ὑπερβολὴν ὁδόν, ἣν δείκνυσι Παῦλος ἐπὶ σωτηρίαν· ἡ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ, ἀλλ' ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται· περὶ τοῦτον

 39.1 ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν δια φύγοι καὶ δύναιτο τῶν

 40.1 Τῶν μὲν οὖν προγεγενημένων θεὸς δίδωσιν ἄφεσιν, τῶν δὲ ἐπιόν των αὐτὸς ἕκαστος ἑαυτῷ. καὶ τοῦτ' ἔστι μεταγνῶναι τὸ καταγνῶ ναι τῶν παρῳχημένων κα

 41.1 ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβο

 42.1 Ἵνα δὲ ἐπιθαρρήσῃς, οὕτω μετανοήσας ἀληθῶς, ὅτι σοὶ μένει σωτηρίας ἐλπὶς ἀξιόχρεως, ἄκουσον μῦθον οὐ μῦθον, ἀλλὰ ὄντα λόγον περὶ Ἰωάννου τοῦ ἀποσ

X. “If thou wilt be perfect.”11    Matt. xix. 21. Consequently he was not yet perfect. For nothing is more perfect than what is perfect. And divinely the expression “if thou wilt” showed the self-determination of the soul holding converse with Him. For choice depended on the man as being free; but the gift on God as the Lord. And He gives to those who are willing and are exceedingly earnest, and ask, that so their salvation may become their own. For God compels not (for compulsion is repugnant to God), but supplies to those who seek, and bestows on those who ask, and opens to those who knock. If thou wilt, then, if thou really willest, and art not deceiving thyself, acquire what thou lackest. One thing is lacking thee,—the one thing which abides, the good, that which is now above the law, which the law gives not, which the law contains not, which is the prerogative of those who live. He forsooth who had fulfilled all the demands of the law from his youth, and had gloried in what was magnificent, was not able to complete the whole12    The reading of the ms. is πραθῆναι, which is corrupt. We have changed it into περιθεῖναι. Various other emendations have been proposed. Perhaps it should be προσθεῖναι, “to add.” with this one thing which was specially required by the Saviour, so as to receive the eternal life which he desired. But he departed displeased, vexed at the commandment of the life, on account of which he supplicated. For he did not truly wish life, as he averred, but aimed at the mere reputation of the good choice. And he was capable of busying himself about many things; but the one thing, the work of life, he was powerless, and disinclined, and unable to accomplish. Such also was what the Lord said to Martha, who was occupied with many things, and distracted and troubled with serving; while she blamed her sister, because, leaving serving, she set herself at His feet, devoting her time to learning: “Thou art troubled about many things, but Mary hath chosen the good part, which shall not be taken away from her.”13    Luke x. 41, 42. So also He bade him leave his busy life, and cleave to One and adhere to the grace of Him who offered everlasting life.

10.1 "Εἰ θέλεις τέλειος γενέσθαι." οὐκ ἄρα πω τέλειος ἦν· οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸ "εἰ θέλεις" τὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν. ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν 10.2 ἡ αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ ἡ δόσις ὡς κυρίῳ. δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵν' οὕτως ἴδιον αὐτῶν ἡ σωτηρία γένηται. οὐ γὰρ ἀναγκάζει ὁ θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς 10.3 κρούουσιν ἀνοίγει. εἰ θέλεις οὖν, εἰ ὄντως θέλεις καὶ μὴ ἑαυτὸν ἐξαπατᾷς, κτῆσαι τὸ ἐνδέον. "ἕν σοι λείπει", τὸ ἕν, τὸ ἐμόν, τὸ ἀγαθόν, τὸ ἤδη ὑπὲρ νόμον, ὅπερ νόμος οὐ δίδωσιν, ὅπερ νόμος οὐ 10.4 χωρεῖ, ὃ τῶν ζώντων ἴδιόν ἐστιν. ἀμέλει ὁ πάντα τὰ τοῦ νόμου πληρώσας "ἐκ νεότητος" καὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἓν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται, τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ· ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς 10.5 τῷ παραγγέλματι τῆς ζωῆς, ὑπὲρ ἧς ἱκέτευεν. οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περι εβάλλετο, καὶ περὶ πολλὰ μὲν οἷός τε ἦν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν· 10.6 ὁποῖόν τι καὶ πρὸς τὴν Μάρθαν εἶπεν ὁ σωτὴρ ἀσχολουμένην περὶ πολλὰ καὶ περιελκομένην καὶ ταρασσομένην διακονικῶς, τὴν δὲ ἀδελ φὴν αἰτιωμένην, ὅτι τὸ ὑπηρετεῖν ἀπολιποῦσα τοῖς ποσὶν αὐτοῦ παρακάθηται μαθητικὴν ἄγουσα σχολήν· "σὺ περὶ πολλὰ ταράσσῃ· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς." 10.7 οὕτως καὶ τοῦτον ἐκέλευε τῆς πολυπραγμοσύνης ἀφέμενον ἑνὶ προσ τετηκέναι καὶ προσκαθέζεσθαι, τῇ χάριτι τοῦ ζωὴν αἰώνιον προστι θέντος.