ἄγροικον καὶ βιοθανῆ. Ὡς δὲ εἶδε τὰ διὰ τῶν ἀποστόλων γινόμενα τῶν θαυμάτων μεγα λουργήματα καὶ τοῦ λαοῦ τὸ πλῆθος τῶν καθ' ἡμέραν προστιθεμένων τῷ λόγῳ τῆς πίστεως, ἐδάκνετο τὴν ψυχήν. Προσβαλὼν δὲ μετὰ τῶν Λιβερτίνων καὶ Κυρη ναίων καὶ Ἀλεξανδρέων τῷ μεγάλῳ τῆς ἐκκλησίας ῥήτορι Στεφάνῳ, καὶ μὴ δυνηθεὶς ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει, εἰς μανίαν ἐτράπη· καὶ γενόμενος πλήρης θυμοῦ, ἤγειρε κατ' αὐτοῦ τοὺς ἀτάκτους τοῦ λαοῦ, καὶ τοῦτον ἀνελών, ἐπήγειρε διωγμὸν μέγαν ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις. Ἀλλ' οὕτως αὐτὸν ἀτάκτως πορευόμενον εἰς ∆αμασκὸν ἐπὶ κακοποιήσει τῶν πιστῶν, ὁ κύριος ὑποσκελίσας, ἔβαλεν ἐπὶ πρόσωπον· ὁ δὲ πεσὼν εἰς τὴν γῆν, ἐπέγνω τίνα διώκει, καὶ πηρωθεὶς τὰς ὄψεις, ἀνέβλεψε διόλου εἰς τὸ ὕψος τοῦ οὐρανοῦ. Ὑποστρέψας δὲ εἰς Ἱερουσαλήμ, ἐζήτει κολλᾶσθαι τοῖς μαθηταῖς, καὶ πάντες ἔφευγον ἀπ' αὐτοῦ, φοβούμενοι τὴν πολλὴν αὐτοῦ ὠμότητα. Ὁ δὲ μέγας Βαρνάβας, ἀπαντήσας αὐτῷ, εἶπεν· "Ἕως πότε, Σαῦλε, Σαοὺλ τυγχάνεις; Ἵνα τί οὕτως ἰταμῶς τὸν εὐεργέτην διώκεις; Παῦσαι πορθῶν τὸ ὑπὸ τῶν προφητῶν πάλαι βοώμενον φρικτὸν μυστή ριον καὶ ἐν τοῖς ἡμετέροις καιροῖς ἀποκαλυφθὲν εἰς σωτηρίαν ἡμῶν." Ταῦτα ἀκούσας ὁ Σαῦλος, ἔπεσεν ἐπὶ τοὺς πόδας Βαρνάβα, μετὰ πολλῶν δακρύων κράζων καὶ λέγων· "Συγχώρησόν μοι, ὁδηγὲ τοῦ φωτὸς καὶ διδά σκαλε τῆς ἀληθείας· ἔγνων γὰρ τῇ πείρᾳ τῶν λόγων σου τὴν ἀλήθειαν· ὃν γὰρ ἐγὼ βλασφημῶν ἔλεγον υἱὸν τοῦ τέκτονος, νῦν ὁμολογῶ αὐτὸν τοῦ θεοῦ τοῦ ζῶντος Υἱὸν μονογενῆ, ὁμοούσιόν τε καὶ ὁμόδοξον καὶ ὁμό θρονον, συναΐδιόν τε καὶ συνάναρχον· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ ἀοράτου θεοῦ, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων, δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου λαβών, τουτέστι τέλειον ἄνθρωπον ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐτα πείνωσεν ἑαυτόν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θα νάτου δὲ σταυροῦ· ὃς καὶ ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ὤφθη ὑμῖν, τοῖς ἀποστόλοις αὐτοῦ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ πάλιν ἔρχεται μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος."
Ταῦτα ἀκούσας ὁ θεσπέσιος Βαρνάβας παρὰ τοῦ βλασφήμου καὶ διώκτου, ἐξεπλάγη καὶ ὑπὸ τῆς χαρᾶς ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ἄνθος πρωϊνόν· συμ περιλαβόμενος δὲ αὐτὸν καὶ καταφιλήσας, εἶπεν· "Τίς σε, Σαῦλε, τοιαῦτα ἐδίδαξε θεόπνευστα ῥήματα φθέγ γεσθαι; Ἢ τίς σε ἔπεισεν Ἰησοῦν τὸν Ναζωραῖον Υἱὸν θεοῦ ὁμολογεῖν; Ἢ πόθεν ἔμαθες οὐρανίων δογμάτων τοσαύτην ἀκρίβειαν;" Ὁ δὲ κεκυφὼς καὶ δακρύων, μετὰ πολλῆς τῆς κατανύξεως ἔφη· "Αὐτὸς ὁ κύριος Ἰησοῦς, ὁ πολλάκις βλασφημηθεὶς καὶ διωχθεὶς ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐδίδαξέ με ταῦτα πάντα· ὥσπερ γὰρ εἰ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ καὶ ἔτι ἔναυλον ἐν τοῖς ὠσὶν ἔχω τὴν θείαν καὶ γλυκεῖαν αὐτοῦ φωνήν· πᾶσαν γὰρ ἀγαθότητα ὑπερβάς, εἴρηκέ μοι, κειμένῳ ἐλεεινῶς ἐπὶ πρόσωπον, ἀπολογούμενος μᾶλλον ἢ ἐγκαλῶν· "Σαούλ,Σαούλ, τί με διώκεις;" Ἐγὼ δὲ μετὰ φρίκης καὶ φόβου ἀπεκρίθην· "Τίς εἶ, κύριε;" Ὁ δὲ κύριος μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ συμπαθείας εἶπε μοι· "Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις." Ἐκπλαγεὶς δὲ ἐγὼ ἐπὶ τῇ ἀφάτῳ αὐτοῦ ἀνεξικακίᾳ, ἐδεήθην αὐτοῦ, λέγων· "Τί ποιήσω, κύριε;" Ὁ δὲ παραχρῆμα συνεβίβασέ με ταῦτα πάντα καὶ ἔτι πλείονα τούτων."Τότε ὁ μέγας Βαρνάβας ἐπιλαβόμενος τῆς χειρὸς αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, λέγων· "Τί φεύγετε τὸν ποιμένα, λύκον αὐτὸν εἶναι ὑπολαμβάνοντες; Τί τὸν κυβερνήτην ὡς πειρατὴν διώκετε; Τί τὸν ἀριστέα ὡς προδότην μυσάττεσθε; Τί τὸν νυμφαγωγὸν ὡς ληστὴν τοῦ παστοῦ ἀποπέμπετε; Παστὸς γὰρ πνευματικὸς ἡ ἐκκλησία τυγχάνει, ἧς ποιμένα καὶ κυβερνήτην καὶ ὑπέρ
5