In illud: Pater si possibile est

 ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν

 Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀν

 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην δια

 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς

 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τ

 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος,

τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς ἐφθέγξατο λόγους, ἵνα τὸν ἄνθρωπον ἀπολέσῃ, ἐγὼ δειλίας φθέγγομαι ῥήματα, ἵνα τὴν οἰκουμένην ἐλευθερώσω. Ἁλιεύς εἰμι ἁλιεῖς ἁλιεύων. Ὥσπερ γὰρ ὁ ἁλιεὺς τῷ ἀγκίστρῳ τὸν σκώληκα περι θεὶς ἐκτείνει τὸν κάλαμον καὶ ποτὲ μὲν ἐνδίδωσιν τὸ ἄγκιστρον, ποτὲ δὲ ἕλκει καὶ ὑποσύρει, ἵνα φεύγοντα τὸν σκώληκα δείξας ἐπιδραμεῖν τὸν ἰχθὺν παρασκευάσῃ, οὕτως κἀγὼ τῷ ἀγκίστρῳ τῆς θεότητός μου ὥσπερ σκώληκα περιθεὶς τὸ σῶμα-Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος-ποτὲ μὲν ἕλκω τὸν θάνατον ὡς δειλιῶν, ποτὲ δὲ ἐνδίδωμι τὸ ἄγκιστρον ὡς θαρρῶν, ἵνα ὁ διάβολος ὥσπερ ἰχθὺς τῷ σκώληκι ἐφαλλόμενος, τουτέστιν τῇ σαρκὶ ἐπερχόμενος, λανθανόντως τῷ ἀγκίστρῳ περιπέσῃ τῆς θεότητος καὶ περιπεσὼν ἑλκυσθῇ, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ ὑπὸ τοῦ Ἰὼβ εἰρημένον· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Οὐ φοβούμενος οὖν τὸν θάνατον εἶπον· Περίλυπός ἐστιν ἡ ψυ χή μου. Οὐδὲ δειλιῶν τὸ παθεῖν λέγω· Πάτερ εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πάντα γὰρ ποιῶ, ἵνα με ὁ θάνατος μὴ διαφύγῃ. ∆ειλιῶ ὡς ἄνθρωπος, ἵνα καταποθεὶς ὡς ἄνθρωπος ἐργάσωμαι ὡς θεός. Ταπεινοῖς κέχρημαι ῥήμασιν, ἵνα καταπιών μου τὴν ζύμην τοῦ σώματος εὕρῃ τὸν ἄνθρακα τῆς θεότητος δεινῶς αὐτὸν κατακαίοντα. ∆ειλιῶ, ἵνα μασήσηταί μου τὸ σῶμα, κόκκον σινάπεως· εὑρήσει τὴν δριμύτητα τῆς θεότητος σφοδρῶς αὐτὸν βασανίζουσαν. ∆ειλιῶ, ἵνα καταπίῃ με ὡς ἄνθρωπον. Ἐὰν γάρ με καταπίῃ, εὑρήσει τὴν στερεὰν τῆς θεότητος πέτραν τοὺς ὀδόντας αὐτοῦ συντρίβουσαν, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ γε γραμμένον ὅτι Ὁ θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. ∆ιὰ τοῦτο οὖν κρύπτω τῆς θεότητος τὴν αὐθεντίαν, προβάλλω δὲ τῆς σαρκὸς τὴν δειλίαν, ἵνα μὴ τῇ δυνάμει τῆς θεότητος θηρευθῇ, ἀλλ' ἵνα τῇ ἀσθενείᾳ τοῦ σώματος καθαιρεθῇ. Ἵνα γὰρ μὴ μέγα φρονῇ ὡς ὑπὸ θεοῦ ἡττώμενος, διὰ τοῦτο διὰ τῆς σαρκὸς αὐτὸν ἀπατῶ, ἵνα δι' ὧν ἐπεβούλευσεν ἐπιβουλευθῇ. Νικῶ τοίνυν αὐτὸν διὰ τῆς ἀσθενείας τοῦ σώματος, ἵνα μὴ μέγα φρονῇ ὡς ὑπὸ θείας δυνάμεως ἐλεγχόμενος. Τὸ γὰρ ὑπὸ τῆς θεότητος ἡττηθῆναι αὐτόν, δόξαν αὐτῷ μᾶλλον ἢ ὕβριν ἔφερεν. Ὅθεν νῦν αὐτὸν διὰ δειλῆς καὶ ταπεινῆς καὶ ἀσθενοῦς σαρκὸς νικῶ, οὐ πειράζων ἀλλὰ πειραζόμενος, οὐ βάλλων ἀλλὰ βαλλόμε νος, οὐκ ἀποκτέννων ἀλλ' ἀποθνῄσκων, οὐ σταυρῶν ἀλλὰ σταυ ρούμενος, οὐ τύπτων ἀλλὰ τυπτόμενος, ἵνα μὴ ἐμοὶ τὰ τῆς νίκης ἐπιγραφῇ, ἀλλ' ἵνα διὰ τῆς τοῦ ἀνθρώπου μορφῆς τῷ γένει τῶν ἀνθρώπων τὰ βραβεῖα ἀπονεμηθῇ. ∆ιὰ τοῦτο οὖν δοκῶ δειλιᾶν, ἵνα ὁ μὲν διάβολος ὡς ἰχθὺς ἐπὶ τὸ δέλεαρ πέσῃ, ὁ δὲ θάνατος ὥσπερ στρουθίον τῇ κόλλῃ προσ παγῇ. Ἐπειδὴ γὰρ ἠπάτησεν κακῶς, διὰ τοῦτο ἀπατᾶται καλῶς. Ἐπειδὴ διὰ σωματικὴν ἡδονὴν ἐγοήτευσεν τὸ γένος τῶν ἀνθρώπων, διὰ τοῦτο διὰ σώματος ἀπελαύνεται τοῦ γένους. Ὅπερ ἐποίησεν πάσχει· ὃ εἰς τοὺς πολλοὺς ἔπραξεν, τοῦτο παρ' ἑνὸς ὑπομένει. Ἀλλ' ὃ μὲν ἐποίησεν ἐκεῖνος, τοῖς πεπονθό σιν ὀλέθριον ἦν, ὃ δὲ ἐγὼ εἰς αὐτὸν ποιῶ, τῇ οἰκουμένῃ ἔσται σωτήριον. Ἀπατῶ γὰρ διὰ τοῦ σώματος τὸν πλάνον, ἵνα ἐλεγχ θεὶς μηκέτι δύνηται πλανᾶν οὓς ἐπλάνα αὐτὸς τῷ σώματι· προσ φέρει τὸν θάνατον, ἐγὼ δι' αὐτοῦ παρέχω τὴν ἀνάστασιν. Ἄκων εὐεργετεῖ τὸ γένος. ∆ι' ὧν γὰρ τὸν θάνατον προσάγει, τῆς ἀνα στάσεως πρόφασιν προσάγει. Ὁ πάντων ἐπίβουλος εὐεργέτης τῆς οἰκουμένης γέγονεν ἄφνω· εὐεργέτησεν δὲ τὴν οἰκουμένην πλανηθείς, πλάνην τῷ κόσμῳ συμφέρουσαν καὶ τρόπαιον κατὰ τῆς ἑαυτοῦ τυραννίδος ἐπινοήσας. Ὥσπερ ὁ λίθον ἀκοντίζων κατὰ πέτρας τὴν μὲν πέτραν οὐ διαρρήξει, τὸν δὲ λίθον συντρίψει, οὕτως καὶ ὁ διάβολος κατὰ τοῦ σώματος τοῦ ἐμοῦ ὥσπερ λίθον τὸν θάνατον ῥίψας τὸ μὲν ἐμὸν σῶμα οὐ διέφθειρεν-Οὐ δώσεις γὰρ τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν-τὰ

5