1

 2

 3

 4

 5

 6

 7

5

Καθησύχασόν μοι τὴν καρδίαν ὑλακτοῦσαν καὶ ἀγριαί νουσαν. Αἰδείσθω τὰ πάθη τοῦ ἐν σοὶ λόγου τὴν ἐπι φάνειαν, ὥσπερ τὸ ἐν παισὶν ἄτακτον ἀνδρὸς αἰδεσί μου παρουσίαν. Πῶς ἂν οὖν ἐκφύγοιμεν τὴν ἐκ τοῦ ὀργίζεσθαι βλάβην; Ἐὰν πείσωμεν τὸν θυμὸν μὴ προλαμβάνειν τοὺς λογισμοὺς, ἀλλὰ τούτου πρῶτον ἐπιμελώμεθα, ὡς μηδέποτε αὐτὸν προεκτρέχειν τῆς διανοίας· ἔχωμεν δὲ ὥσπερ ἵππον ὑπεζευγμένον ἡμῖν, καὶ οἷον χαλινῷ τινι τῷ λόγῳ καταπειθῆ, μη δαμοῦ τῆς τάξεως ἐκβαίνοντα τῆς οἰκείας, ἀγόμενον δὲ ὑπὸ τοῦ λόγου, ἐφ' ὅπερ ἂν καθηγῆται. Ἔτι γὰρ πρὸς πολλὰ τῶν τῆς ἀρετῆς ἔργων ἐπιτήδειον ἡμῶν τῆς ψυχῆς τὸ θυμοειδὲς, ὅταν, ὥσπερ τις στρα τιώτης, παρὰ τῷ στρατηγῷ τὰ ὅπλα θέμενος, ἑτοίμως ἐπὶ τὰ παραγγελλόμενα τὰς βοηθείας παρέχηται, καὶ σύμμαχος ᾖ τῷ λόγῳ κατὰ τῆς ἁμαρτίας. Νεῦρον γάρ ἐστι τῆς ψυχῆς ὁ θυμὸς, τόνον αὐτῇ πρὸς τὴν τῶν καλῶν ἔνστασιν ἐμποιῶν.

Εἰ γάρ ποτε λάβοι αὐ τὴν ὑφ' ἡδονῆς ἐκλυθεῖσαν, οἱονεὶ βαφῇ σιδήρου στομώσας, αὐστηρὰν αὐτὴν καὶ ἀνδρείαν ἐκ μαλακῆς ἄγαν καὶ ἀνειμένης ἐποίησεν. Οὐ γὰρ, εἰ μὴ θυμωθείης κατὰ τοῦ πονηροῦ, δυνατόν σοι μισῆσαι αὐτὸν ὅσον ἄξιον. ∆εῖ γὰρ, οἶμαι, τὴν ἴσην σπουδὴν ἔχειν περί τε τὴν ἀγάπην τῆς ἀρετῆς καὶ περὶ τὸ μῖσος τῆς ἁμαρτίας. Πρὸς ὅπερ μάλιστα χρήσιμος ὁ θυμός· ἐπειδὰν οἷον κύων ποιμένι, οὕτως ὁ θυμὸς τῷ λογισμῷ παρεπόμενος, πρᾶος μένῃ καὶ χει ροήθης τοῖς ὠφελοῦσι, καὶ εὐανάκλητος τῷ λογισμῷ, πρὸς μὲν τὴν ἀλλοτρίαν καὶ φωνὴν καὶ ὄψιν ἐξ αγριούμενος, κἂν θεραπείαν ἔχειν δοκῇ, τοῦ δὲ συν ήθους αὐτῷ καὶ φίλου ἐμβοήσαντος, ὑποπτήσσων. Αὕτη ἀρίστη ἐστὶ καὶ ἔμμετρος τῷ φρονίμῳ τῆς ψυχῆς μέρει παρὰ τοῦ θυμοειδοῦς ἡ συνεργία.

Ὁ γὰρ τοιοῦτος ἀδιάλλακτος ἔσται τοῖς ἐπιβούλοις καὶ ἄσπονδος· μηδέποτε τὴν πρὸς τὸ βλάπτον φιλίαν καταδεχόμενος, ἀλλὰ τὴν ἐπίβουλον ἡδονὴν ὥσπερ τινὰ λύκον ὑλακτῶν ἀεὶ καὶ σπαράσσων. Τοιοῦτον μὲν δὴ τὸ ἀπὸ θυμοῦ ὠφέλιμον τοῖς εἰδόσι μεταχειρίζεσθαι. Ἐπεὶ καὶ τῶν ἄλλων δυνάμεων ἑκάστη παρὰ τὸν τρόπον τῆς χρήσεως ἢ κακὸν ἢ ἀγαθὸν τῷ κεκτημένῳ γίνεται. Οἷον, τῷ ἐπιθυμητικῷ τῆς ψυχῆς ὁ μὲν εἰς ἀπόλαυσιν σαρκὸς καὶ τῶν ἀκαθάρτων ἡδονῶν ἀποχρησάμενος βδελυκτὸς καὶ ἀκόλαστος, ὁ δὲ ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ τρέψας, καὶ τὴν ὄρεξιν τῶν 31.368 αἰωνίων ἀγαθῶν, ζηλωτὸς καὶ μακάριος. Καὶ πάλιν τὸ λογιστικὸν ὁ μὲν καλῶς μεταχειριζόμενος φρόνιμός ἐστι καὶ συνετός· ὁ δὲ ἐπὶ βλάβῃ τῶν πλησίον ἠκονημένος τὸν νοῦν, κακεντρεχής ἐστι καὶ κακοῦργος. Μὴ δὴ οὖν τὰ πρὸς σωτηρίαν ἡμῖν δεδομένα παρὰ τοῦ κτίσαντος ἀφορμὴν ἑαυτοῖς ἁμαρτίας ποιήσωμεν. Οὕτω δὴ καὶ ὁ θυμὸς, ὅτε δεῖ, καὶ ὡς δεῖ κινούμενος, ἀνδρίαν ποιεῖ καὶ ὑπομονὴν καὶ ἐγκράτειαν· παρὰ δὲ τὸν ὀρθὸν λόγον ἐνεργῶν, μανία γίνεται. ∆ιὰ τοῦτο καὶ ἡμᾶς ὁ Ψαλμὸς νουθετεῖ· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.

Καὶ ὁ Κύριος τῷ μὲν ὀργιζομένῳ εἰκῆ τὴν κρίσιν ἐπανατείνεται· τὸ δὲ ἐφ' ἃ δεῖ κεχρῆσθαι τῇ ὀργῇ, ὡς ἐν φαρμάκου εἴδει οὐ παραιτεῖται. Τὸ γὰρ, Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως· καὶ τὸ, Ἐχθραίνετε τοῖς Μαδιηναίοις, διδάσκοντός ἐστι κεχρῆσθαι τῷ θυμῷ ὥσπερ ὅπλῳ. ∆ιὰ τοῦτο Μωϋσῆς ὁ πάντων ἀνθρώπων πραότατος, ἐκδικῶν τὴν εἰδωλολατρείαν, τὰς τῶν Λευϊτῶν χεῖρας πρὸς τὸν τῶν ἀδελφῶν φόνον ἐξώπλισε. Θέσθω, φησὶ, τὴν ῥομφαίαν ἕκαστος ἐπὶ τὸν μηρὸν αὐτοῦ, καὶ διέλθετε ἀπὸ πύλης εἰς πύλην, καὶ ἀνακάμψατε διὰ τῆς παρεμβολῆς· καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ μετ' ὀλίγα· Καὶ εἶπε, φησὶ, Μωϋσῆς· Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ αὐτοῦ, καὶ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ' ὑμᾶς εὐλογίαν. Τί δὲ τὸν Φινεὲς ἐδικαίωσεν; Οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς, τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πρᾶος, ἐπειδὴ εἶδε τὴν πορνείαν