1

 2

 3

 4

 5

 6

5

∆ιόπερ παρακαλῶ 31.689 καὶ δέομαι, παυσαμένους τῆς περιέργου ζητήσεως καὶ ἀπρεποῦς λογομαχίας, ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων καὶ αὐτοῦ τοῦ Κυρίου εἰρημένοις, ἄξια δὲ τῆς ἐπουρανίου κλήσεως φρονεῖν· καὶ ἀξίως τοῦ Εὐαγ γελίου τοῦ Χριστοῦ πολιτεύεσθαι, ἐπ' ἐλπίδι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας, τῆς ἡτοιμα σμένης πᾶσι τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς κατὰ τὸ Εὐαγγέλιον τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐν Πνεύματι ἁγίῳ καὶ ἀληθείᾳ. Ταῦτα ὑπομνησθέντες παρὰ τῆς ὑμετέρας εὐλαβείας ὑπαγορεῦσαι ἐν τοῖς τελευταίοις, καὶ τὸ ἑαυτῶν φρόνημα φανερὸν ποιῆσαι ὑμῖν τε καὶ δι' ὑμῶν τοῖς ἐν Χριστῷ ἀδελφοῖς, εἰς πληροφορίαν ὑμῶν τε καὶ αὐτῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη σοῦ Χριστοῦ, ἀναγκαῖον καὶ ἡμῖν ἐπιβάλλον ἡγη σάμεθα πρὸς τὸ μηδαμῶς περιφέρεσθαί τινων τὸν νοῦν ἐν τῇ διαφορᾷ τῶν ἄλλοτε μὲν ἄλλως παρ' ἡμῶν ἐκτε- θέντων, ἀεὶ δὲ πρὸς τὴν ἐπεισαγομένην παρὰ τῶν ἀντιδιατιθεμένων τῇ ἀληθείᾳ ὑπόθεσιν ἀναγκαζομένων ἡμῶν ἐνίστασθαι, μήτε μὴν διασαλεύεσθαί τινας ἐν τῇ ἐναντιότητι τῶν ἐν ἡμῖν τὰ ἀλλότρια ἐπιφημίζειν θελόντων, ἢ καὶ τὰ ἴδια πάθη πολλάκις ἐπὶ τὸ συναρπάσαι τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου φρονήματος καταψευδομένων· οὓς καὶ ὑμῖν φυλάξασθαι, ὡς ἀλλοτρίους τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ ἀγάπης, ἀναγκαῖον· μεμνῆσθαι δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ἵνα τηροῦντες κἀκεῖνο τὸ, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· καὶ τὸ, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, στοιχῶμεν τῷ κανόνι τῶν ἁγίων, ὡς Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χρι- στοῦ ἐν Πνεύματι ἁγίῳ.

Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως ἐν τοῖς 31.692 πρὸ τούτων αὐτάρκως εἰρῆσθαι πρὸς τὸ παρὸν λογιζόμενοι, ἐντεῦθεν τὴν περὶ τῶν ἠθικῶν ἐπαγγελίαν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πληρῶσαι σπουδάσωμεν. Ὅσα τοίνυν εὑρίσκομεν κατὰ τὴν Καινὴν τέως ∆ιαθήκην σποράδην ἀπηγορευμένα ἢ ἐγκεκριμένα, ταῦτα, κατὰ τὸ δυνατὸν ἡμῖν, εἰς ὅρους κεφαλαιώδεις πρὸς τὸ εὔληπτον τοῖς βουλομένοις ἐσπουδάσαμεν συναγαγεῖν· παραθέντες ἑκάστῳ ὅρῳ καὶ τὸν ἀριθμὸν τῶν ἐμπεριειλημμένων αὐτῷ γραφικῶν κεφαλαίων, εἴτε ἐκ τοῦ Εὐαγγελίου, εἴτε ἐκ τοῦ Ἀποστόλου, ἢ τῶν Πράξεων· ἵνα ὁ ἀναγνοὺς τὸν ὅρον, καὶ ἰδὼν παρακείμενον αὐτῷ τὸν πρῶτον, εἰ τύχοι, ἢ τὸν δεύτερον ἀριθμὸν, εἶτα ἀναλαβὼν αὐτὴν τὴν Γραφὴν, καὶ ἀναζητήσας τὸ κεφάλαιον τοῦ προειρημένου ἀριθμοῦ, οὕτως εὕρῃ τὴν μαρτυρίαν πρὸς ἣν ὁ ὅρος πεποίηται. Ἐβουλόμην μὲν οὖν τὰ πρῶτα καὶ ἐκ τῆς Παλαιᾶς ∆ιαθήκης τὰ πρὸς ἕκαστον τῶν ἐν τῇ Καινῇ συμφώνως εἰρημένα παραθεῖναι τοῖς ὅροις· ἐπειδὴ δὲ κατήπειγεν ἡ χρεία, τῶν ἐν Χριστῷ ἀδελφῶν νῦν μάλιστα σπουδαιότερον ἀπαιτησάντων ἡμᾶς τὰ πάλαι ἐπηγγελμένα, ἐμνημόνευσα τοῦ εἰπόντος· ∆ίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ὥστε ἔξεστι τῷ βουλομένῳ ἀφορμὴν αὐτάρκη ἐκ τῶν παρακειμένων εἰληφότι ἀναλαβεῖν τὴν Παλαιὰν ∆ιαθήκην, καὶ γνωρίσαι ἀφ' ἑαυτοῦ τὴν ἐν πάσαις ταῖς θεοπνεύστοις Γραφαῖς συμφωνίαν, ἄλλως τε καὶ μιᾶς φωνῆς ἀρκούσης τοῖς πιστοῖς καὶ πεπληροφορημένοις τὴν ἀλήθειαν τῶν τοῦ Κυρίου ῥημάτων. ∆ιὸ καὶ τὰ ἐν τῇ Καινῇ ∆ιαθήκῃ οὐ πάντα, ὀλίγα δὲ ἐκ πάντων παραθέσθαι αὔταρκες ἐλογισάμην.